호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν ὠφελῶς ἐκ τῶν δικαίων, βουλόμεσθ ἡμεῖς φράσαι.? πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθ ἐν ὡρ´ᾳ τοὺς ἀγρούς, ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δ ἄλλοις ὕστερον. εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν, ὥστε μήτ αὐχμὸν πιέζειν μήτ ἄγαν ἐπομβρίαν. ἢν δ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς, προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἱᾶ πείσεται κακά, λαμβάνων οὔτ οἶνον οὔτ ἄλλ οὐδὲν ἐκ τοῦ χωρίου. ἡνίκ ἂν γὰρ αἵ τ ἐλαῖαι βλαστάνως αἵ τ ἄμπελοι, ἀποκεκόψονται: τοιαύταις σφενδόναις παιήσομεν. ἢν δὲ πλινθεύοντ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν. κἂν γαμῇ ποτ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων, ὕσομεν τὴν νύκτα πᾶσαν: ὥστ ἴσως βουλήσεται κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기