- 텍스트

Aristophanes, Clouds, Parabasis, antepirrheme

(아리스토파네스, Clouds, Parabasis, antepirrheme)

ἡνίχ ἡμεῖς δεῦρ ἀφορμᾶσθαι παρεσκευάσμεθα, ἡ σελήνη συντυχοῦς ἡμῖν ἐπέστειλεν φράσαι, πρῶτα μὲν χαίρειν Ἀθηναίοισι καὶ τοῖς ξυμμάχοις:? μᾶλλον γὰρ οὕτως εἴσεται κατὰ σελήνην ὡς ἄγειν χρὴ τοῦ βίου τὰς ἡμέρας. εἶτα θυμαίνειν ἔφασκε: δεινὰ γὰρ πεπονθέναι ὠφελοῦς ὑμᾶς ἅπαντας οὐ λόγοις ἀλλ ἐμφανῶς. πρῶτα μὲν τοῦ μηνὸς ἐς δᾷδ οὐκ ἔλαττον ἢ δραχμήν, ὥστε καὶ λέγειν ἅπαντας ἐξιόντας ἑσπέρας, μὴ πρίῃ παῖ δᾷδ, ἐπειδὴ φῶς σεληναίας καλόν. ἄλλα τ εὖ δρᾶν φησιν, ὑμᾶς δ οὐκ ἄγειν τὰς ἡμέρας οὐδὲν ὀρθῶς, ἀλλ ἄνω τε καὶ κάτω κυδοιδοπᾶν: ὥστ ἀπειλεῖν φησιν αὐτῇ τοὺς θεοὺς ἑκάστοτε ἡνίκ ἂν ψευσθῶσι δείπνου κἀπίωσιν οἴκαδε, τῆς ἑορτῆς μὴ τυχόντες κατὰ λόγον τῶν ἡμερῶν. κᾆθ ὅταν θύειν δέῃ, στρεβλοῦτε καὶ δικάζετε: πολλάκις δ ἡμῶν ἀγόντων τῶν θεῶν ἀπαστίαν, ἡνίκ ἂν πενθῶμεν ἢ τὸν Μέμνον ἢ Σαρπηδόνα, σπένδεθ ὑμεῖς καὶ γελᾶτ: ἀνθ ὧν λαχὼν Ὑπέρβολος τῆτες ἱερομνημονεῖν, κἄπειθ ὑφ ἡμῶν τῶν θεῶν τὸν στέφανον ἀφῃρέθη:?

상위

Clouds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION