호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὑψιμέδοντα μὲν θεῶν Ζῆνα τύραννον ἐς χορὸν πρῶτα μέγαν κικλήσκω:? τόν τε μεγασθενῆ τριαίνης ταμίαν, γῆς τε καὶ ἁλμυρᾶς θαλάσσης ἄγριον μοχλευτήν: καὶ μεγαλώνυμον ἡμέτερον πατέρ Αἰθέρα σεμνότατον βιοθρέμμονα πάντων: τόν θ ἱππονώμαν, ὃς ὑπερλάμπροις ἀκτῖσιν κατέχει γῆς πέδον μέγας ἐν θεοῖς ἐν θνητοῖσί τε δαίμων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기