호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.? οὕτω νικήσαιμί τ ἐγὼ καὶ νομιζοίμην σοφός, ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς καὶ ταύτην σοφώτατ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν, πρώτους ἠξίως ἀναγεῦς ὑμᾶς, ἣ παρέσχε μοι ἔργον πλεῖστον: εἶτ ἀνεχώρουν ὑπ ἀνδρῶν φορτικῶν ἡττηθεὶς οὐκ ἄξιος ὤν: ταῦτ οὖν ὑμῖν μέμφομαι τοῖς σοφοῖς, ὧν οὕνεκ ἐγὼ ταῦτ ἐπραγματευόμην. ἀλλ οὐδ ὣς ὑμῶν ποθ ἑκὼν προδώσω τοὺς δεξιούς. ἐξ ὅτου γὰρ ἐνθάδ ὑπ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν, ὁ σώφρων τε χὠ καταπύγων ἄριστ ἠκουσάτην, κἀγώ, παρθένος γὰρ ἔτ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν, ἐξέθηκα, παῖς δ ἑτέρα τις λαβοῦς ἀνείλετο, ὑμεῖς δ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε: ἐκ τούτου μοι πιστὰ παρ ὑμῖν γνώμης ἔσθ ὁρ´κια. νῦν οὖν Ἠλέκτραν κατ ἐκείνην ἥδ ἡ κωμῳδία ζητοῦς ἦλθ, ἤν που πιτύχῃ θεαταῖς οὕτω σοφοῖς: γνώσεται γάρ, ἤνπερ ἴδῃ, τἀδελφοῦ τὸν βόστρυχον. ὡς δὲ σώφρων ἐστὶ φύσει σκέψασθ: ἥτις πρῶτα μὲν οὐδὲν ἦλθε ῥαψαμένη σκυτίον καθειμένον ἐρυθρὸν ἐξ ἄκρου παχύ, τοῖς παιδίοις ἵν ᾖ γέλως: οὐδ ἔσκωψε τοὺς φαλακρούς, οὐδὲ κόρδαχ εἵλκυσεν, οὐδὲ πρεσβύτης ὁ λέγων τἄπη τῇ βακτηρίᾳ τύπτει τὸν παρόντ ἀφανίζων πονηρὰ σκώμματα, οὐδ εἰσῇξε δᾷδας ἔχους, οὐδ ἰοὺ ἰοὺ βοᾷ, ἀλλ αὑτῇ καὶ τοῖς ἔπεσιν πιστεύους ἐλήλυθεν. κἀγὼ μὲν τοιοῦτος ἀνὴρ ὢν ποιητὴς οὐ κομῶ, οὐδ ὑμᾶς ζητῶ ξαπατᾶν δὶς καὶ τρὶς ταὔτ εἰσάγων, ἀλλ ἀεὶ καινὰς ἰδέας ἐσφέρων σοφίζομαι, οὐδὲν ἀλλήλαισιν ὁμοίας καὶ πάσας δεξιάς: ὃς μέγιστον ὄντα Κλέων ἔπαις ἐς τὴν γαστέρα, κοὐκ ἐτόλμης αὖθις ἐπεμπηδῆς αὐτῷ κειμένῳ. οὗτοι δ, ὡς ἅπαξ παρέδωκεν λαβὴν Ὑπέρβολος, τοῦτον δείλαιον κολετρῶς ἀεὶ καὶ τὴν μητέρα. Εὔπολις μὲν τὸν Μαρικᾶν πρώτιστον παρείλκυσεν ἐκστρέψας τοὺς ἡμετέρους Ἱππέας κακὸς κακῶς, προσθεὶς αὐτῷ γραῦν μεθύσην τοῦ κόρδακος οὕνεχ, ἣν Φρύνιχος πάλαι πεποίηχ, ἣν τὸ κῆτος ἤσθιεν. εἶθ Ἕρμιππος αὖθις ἐποίησεν εἰς Ὑπέρβολον, ἄλλοι τ ἤδη πάντες ἐρείδουσιν εἰς Ὑπέρβολον, τὰς εἰκοὺς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι. ὅστις οὖν τούτοισι γελᾷ, τοῖς ἐμοῖς μὴ χαιρέτω: ἢν δ ἐμοὶ καὶ τοῖσιν ἐμοῖς εὐφραίνησθ εὑρήμασιν, ἐς τὰς ὡρ´ας τὰς ἑτέρας εὖ φρονεῖν δοκήσετε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기