호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαίρετε τοίνυν ὦ δέσποιναι:? καὶ νῦν, εἴπερ τινὶ κἄλλῳ, οὐρανομήκη ῥήξατε κἀμοὶ φωνήν, ὦ παμβασίλειαι. χαῖρ ὦ πρεσβῦτα παλαιογενὲς θηρατὰ λόγων φιλομούσων, σύ τε λεπτοτάτων λήρων ἱερεῦ, φράζε πρὸς ἡμᾶς ὅ τι χρῄζεις: οὐ γὰρ ἂν ἄλλῳ γ ὑπακούσαιμεν τῶν νῦν μετεωροσοφιστῶν πλὴν ἢ Προδίκῳ, τῷ μὲν σοφίας καὶ γνώμης οὕνεκα, σοὶ δέ, ὅτι βρενθύει τ ἐν ταῖσιν ὁδοῖς καὶ τὠφθαλμὼ παραβάλλεις, κἀνυπόδητος κακὰ πόλλ ἀνέχει κἀφ ἡμῖν σεμνοπροσωπεῖς. ὦ γῆ τοῦ φθέγματος, ὡς ἱερὸν καὶ σεμνὸν καὶ τερατῶδες. αὗται γάρ τοι μόναι εἰσὶ θεαί, τἄλλα δὲ πάντ ἐστὶ φλύαρος. ὁ Ζεὺς δ ἡμῖν, φέρε πρὸς τῆς γῆς, οὑλύμπιος οὐ θεός ἐστιν· ποῖος Ζεύς· οὐ μὴ ληρήσεις: οὐδ ἔστι Ζεύς. τί λέγεις σύ· ἀλλὰ τίς ὑεί· τουτὶ γὰρ ἔμοιγ ἀπόφηναι πρῶτον ἁπάντων. αὗται δήπου: μεγάλοις δέ ς ἐγὼ σημείοις αὐτὸ διδάξω. φέρε ποῦ γὰρ πώποτ ἄνευ Νεφελῶν ὑόντ ἤδη τεθέασαι· καίτοι χρῆν αἰθρίας ὑείν αὐτόν, ταύτας δ ἀποδημεῖν. νὴ τὸν Ἀπόλλω τοῦτό γέ τοι δὴ τῷ νῦν λόγῳ εὖ προσέφυσας: καίτοι πρότερον τὸν Δί ἀληθῶς ᾤμην διὰ κοσκίνου οὐρεῖν. ἀλλ ὅστις ὁ βροντῶν ἐστι φράσον: τοῦτό με ποιεῖ τετρεμαίνειν. αὗται βροντῶσι κυλινδόμεναι. τῷ τρόπῳ ὦ πάντα σὺ τολμῶν· ὅταν ἐμπλησθῶς ὕδατος πολλοῦ κἀναγκασθῶσι φέρεσθαι, κατακρημνάμεναι πλήρεις ὄμβρου δι ἀνάγκην, εἶτα βαρεῖαι εἰς ἀλλήλας ἐμπίπτουσαι ῥήγνυνται καὶ παταγοῦσιν. ὁ δ ἀναγκάζων ἐστὶ τίς αὐτάς, οὐχ ὁ Ζεύς, ὥστε φέρεσθαι· ἥκιστ ἀλλ αἰθέριος Δῖνος. Δῖνος· τουτί μ ἐλελήθειν, ὁ Ζεὺς οὐκ ὤν, ἀλλ ἀντ αὐτοῦ Δῖνος νυνὶ βασιλεύων. ἀτὰρ οὐδέν πω περὶ τοῦ πατάγου καὶ τῆς βροντῆς μ ἐδίδαξας. οὐκ ἤκουσάς μου τὰς Νεφέλας ὕδατος μεστὰς ὅτι φημὶ ἐμπιπτούσας εἰς ἀλλήλας παταγεῖν διὰ τὴν πυκνότητα· φέρε τουτὶ τῷ χρὴ πιστεύειν· ἀπὸ σαυτοῦ γώ σε διδάξω. ἤδη ζωμοῦ Παναθηναίοις ἐμπλησθεὶς εἶτ ἐταράχθης τὴν γαστέρα, καὶ κλόνος ἐξαίφνης αὐτὴν διεκορκορύγησεν· νὴ τὸν Ἀπόλλω καὶ δεινὰ ποιεῖ γ εὐθύς μοι, καὶ τετάρακται χὤσπερ βροντὴ τὸ ζωμίδιον παταγεῖ καὶ δεινὰ κέκραγεν: ἀτρέμας πρῶτον παππὰξ παππάξ, κἄπειτ ἐπάγει παπαπαππάξ, χὤταν χέζω, κομιδῇ βροντᾷ παπαπαππὰξ ὥσπερ ἐκεῖναι. σκέψαι τοίνυν ἀπὸ γαστριδίου τυννουτουὶ οἱᾶ πέπορδας: τὸν δ Αἔρα τόνδ ὄντ ἀπέραντον πῶς οὐκ εἰκὸς μέγα βροντᾶν· ταῦτ ἄρα καὶ τὠνόματ ἀλλήλοιν βροντὴ καὶ πορδὴ ὁμοίω. ἀλλ ὁ κεραυνὸς πόθεν αὖ φέρεται λάμπων πυρί, τοῦτο δίδαξον, καὶ καταφρύγει βάλλων ἡμᾶς, τοὺς δὲ ζῶντας περιφλύει· τοῦτον γὰρ δὴ φανερῶς ὁ Ζεὺς ἱής ἐπὶ τοὺς ἐπιόρκους. καὶ πῶς ὦ μῶρε σὺ καὶ Κρονίων ὄζων καὶ βεκκεσέληνε, εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτ οὐχὶ Σίμων ἐνέπρησεν οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον· καίτοι σφόδρα γ εἴς ἐπίορκοι: ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων καὶ τὰς δρῦς τὰς μεγάλας: τί μαθών· οὐ γὰρ δὴ δρῦς γ ἐπιορκεῖ. οὐκ οἶδ: ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθ ὁ κεραυνός· ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ, ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθ ὑπ ἀνάγκης ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα, ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων. νὴ Δί ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτ οὐκ ἔσχων ἀμελήσας: ἡ δ ἄρ ἐφυσᾶτ, εἶτ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον. ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρ ἡμῶν, ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει, εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθ ἑστὼς μήτε βαδίζων, μήτε ῥιγῶν ἄχθει λίαν μήτ ἀριστᾶν ἐπιθυμεῖς, οἴνου τ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων, καὶ βέλτιστον τοῦτο νομίζεις, ὅπερ εἰκὸς δεξιὸν ἄνδρα, νικᾶν πράττων καὶ βουλεύων καὶ τῇ γλώττῃ πολεμίζων. ἀλλ οὕνεκά γε ψυχῆς στερρᾶς δυσκολοκοίτου τε μερίμνης καὶ φειδωλοῦ καὶ τρυσιβίου γαστρὸς καὶ θυμβρεπιδείπνου, ἀμέλει θαρρῶν οὕνεκα τούτων ἐπιχαλκεύειν παρέχοιμ ἄν. ἄλλο τι δῆτ οὖν νομιεῖς ἤδη θεὸν οὐδένα πλὴν ἅπερ ἡμεῖς, τὸ Χάος τουτὶ καὶ τὰς Νεφέλας καὶ τὴν γλῶτταν, τρία ταυτί· οὐδ ἂν διαλεχθείην γ ἀτεχνῶς τοῖς ἄλλοις οὐδ ἂν ἀπαντῶν: οὐδ ἂν θύσαιμ, οὐδ ἂν σπείσαιμ, οὐδ ἐπιθείην λιβανωτόν. λέγε νυν ἡμῖν ὅ τι σοι δρῶμεν θαρρῶν, ὡς οὐκ ἀτυχήσεις ἡμᾶς τιμῶν καὶ θαυμάζων καὶ ζητῶν δεξιὸς εἶναι. ὦ δέσποιναι δέομαι τοίνυν ὑμῶν τουτὶ πάνυ μικρόν, τῶν Ἑλλήνων εἶναί με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον. ἀλλ ἔσται σοι τοῦτο παρ ἡμῶν: ὥστε τὸ λοιπόν γ ἀπὸ τουδὶ ἐν τῷ δήμῳ γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ. μὴ μοί γε λέγειν γνώμας μεγάλας: οὐ γὰρ τούτων ἐπιθυμῶ, ἀλλ ὅς ἐμαυτῷ στρεψοδικῆσαι καὶ τοὺς χρήστας διολισθεῖν. τεύξει τοίνυν ὧν ἱμείρεις: οὐ γὰρ μεγάλων ἐπιθυμεῖς. ἀλλὰ σεαυτὸν θαρρῶν παράδος τοῖς ἡμετέροις προπόλοισιν. δράσω ταῦθ ὑμῖν πιστεύσας:
ἡ γὰρ ἀνάγκη με πιέζει διὰ τοὺς ἵππους τοὺς κοππατίας καὶ τὸν γάμον ὅς μ ἐπέτριψεν. νῦν οὖν ἀτεχνῶς ὅ τι βούλονται τουτὶ τοὐμὸν σῶμ αὐτοῖσιν παρέχω, τύπτειν πεινῆν διψῆν αὐχμεῖν ῥιγῶν ἀσκὸν δείρειν, εἴπερ τὰ χρέα διαφευξοῦμαι, τοῖς τ ἀνθρώποις εἶναι δόξω θρασὺς εὔγλωττος τολμηρὸς ἴτης βδελυρὸς ψευδῶν συγκολλητὴς εὑρησιεπὴς περίτριμμα δικῶν κύρβις κρόταλον κίναδος τρύμη μάσθλης εἴρων γλοιὸς ἀλαζὼν κέντρων μιαρὸς στρόφις ἀργαλέος ματιολοιχός: ταῦτ εἴ με καλοῦς ἁπαντῶντες, δρώντων ἀτεχνῶς ὅ τι χρῄζουσιν, κεἰ βούλονται νὴ τὴν Δήμητρ ἔκ μου χορδὴν τοῖς φροντισταῖς παραθέντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기