- 텍스트

Aristophanes, Clouds, Parodos, anapests

(아리스토파네스, Clouds, Parodos, anapests)

πρὸς τοῦ Διὸς ἀντιβολῶ σε φράσον, τίνες εἴς ὦ Σώκρατες αὗται αἱ φθεγξάμεναι τοῦτο τὸ σεμνόν·? μῶν ἡρῷναί τινές εἰσιν· ἥκιστ ἀλλ οὐράνιαι Νεφέλαι μεγάλαι θεαὶ ἀνδράσιν ἀργοῖς: αἵπερ γνώμην καὶ διάλεξιν καὶ νοῦν ἡμῖν παρέχουσιν καὶ τερατείαν καὶ περίλεξιν καὶ κροῦσιν καὶ κατάληψιν. ταῦτ ἄρ ἀκούσας αὐτῶν τὸ φθέγμ ἡ ψυχή μου πεπότηται, καὶ λεπτολογεῖν ἤδη ζητεῖ καὶ περὶ καπνοῦ στενολεσχεῖν, καὶ γνωμιδίῳ γνώμην νύξας ἑτέρῳ λόγῳ ἀντιλογῆσαι: ὥστ εἴ πως ἔστιν ἰδεῖν αὐτὰς ἤδη φανερῶς ἐπιθυμῶ. βλέπε νυν δευρὶ πρὸς τὴν Πάρνηθ: ἤδη γὰρ ὁρῶ κατιούσας ἡσυχῇ αὐτάς. φέρε ποῦ· δεῖξον. χωροῦς αὗται πάνυ πολλαὶ διὰ τῶν κοίλων καὶ τῶν δασέων, αὗται πλάγιαι. τί τὸ χρῆμα· ὡς οὐ καθορῶ. παρὰ τὴν εἴσοδον. ἤδη νυνὶ μόλις οὕτως. νῦν γέ τοι ἤδη καθορᾷς αὐτάς, εἰ μὴ λημᾷς κολοκύνταις. νὴ Δί ἔγωγ, ὦ πολυτίμητοι: πάντα γὰρ ἤδη κατέχουσιν. ταύτας μέντοι σὺ θεὰς οὔσας οὐκ ᾔδησθ οὐδ ἐνόμιζες· μὰ Δί ἀλλ ὁμίχλην καὶ δρόσον αὐτὰς ἡγούμην καὶ καπνὸν εἶναι. οὐ γὰρ μὰ Δί οἶσθ ὁτιὴ πλείστους αὗται βόσκουσι σοφιστάς, Θουριομάντεις ἰατροτέχνας σφραγιδονυχαργοκομήτας, κυκλίων τε χορῶν ᾀσματοκάμπτας ἄνδρας μετεωροφένακας, οὐδὲν δρῶντας βόσκους ἀργούς, ὅτι ταύτας μουσοποιοῦσιν. ταῦτ ἄρ ἐποίουν ὑγρᾶν Νεφελᾶν στρεπταιγλᾶν δάιον ὁρμάν, πλοκάμους θ ἑκατογκεφάλα Τυφῶ πρημαινούσας τε θυέλλας, εἶτ ἀερίας διεράς, γαμψοὺς οἰωνοὺς ἀερονηχεῖς, ὄμβρους θ ὑδάτων δροσερᾶν Νεφελᾶν: εἶτ ἀντ αὐτῶν κατέπινον κεστρᾶν τεμάχη μεγαλᾶν ἀγαθᾶν κρέα τ ὀρνίθεια κιχηλᾶν. διὰ μέντοι τάσδ οὐχὶ δικαίως· λέξον δή μοι, τί παθοῦσαι, εἴπερ νεφέλαι γ εἰσὶν ἀληθῶς, θνηταῖς εἴξασι γυναιξίν· οὐ γὰρ ἐκεῖναί γ εἰσὶ τοιαῦται. φέρε ποῖαι γάρ τινές εἰσιν· οὐκ οἶδα σαφῶς: εἴξασιν γοῦν ἐρίοισιν πεπταμένοισιν, κοὐχὶ γυναιξὶν μὰ Δί οὐδ ὁτιοῦν: αὗται δὲ ῥῖνας ἔχουσιν. ἀπόκριναί νυν ἅττ ἂν ἔρωμαι. λέγε νυν ταχέως ὅ τι βούλει. ἤδη ποτ ἀναβλέψας εἶδες νεφέλην κενταύρῳ ὁμοίαν, ἢ παρδάλει ἢ λύκῳ ἢ ταύρῳ· νὴ Δί ἔγωγ. εἶτα τί τοῦτο· γίγνονται πάνθ ὅ τι βούλονται: κᾆτ ἢν μὲν ἴδωσι κομήτην ἄγριόν τινα τῶν λασίων τούτων, οἱό῀νπερ τὸν Ξενοφάντου, σκώπτουσαι τὴν μανίαν αὐτοῦ κενταύροις ᾔκασαν αὑτάς. τί γὰρ ἢν ἁρ´παγα τῶν δημοσίων κατίδωσι Σίμωνα, τί δρῶσιν· ἀποφαίνουσαι τὴν φύσιν αὐτοῦ λύκοι ἐξαίφνης ἐγένοντο. ταῦτ ἄρα ταῦτα Κλεώνυμον αὗται τὸν ῥίψασπιν χθὲς ἰδοῦσαι, ὅτι δειλότατον τοῦτον ἑώρων, ἔλαφοι διὰ τοῦτ ἐγένοντο. καὶ νῦν γ ὅτι Κλεισθένη εἶδον, ὁρᾷς, διὰ τοῦτ ἐγένοντο γυναῖκες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION