- 텍스트

Aristophanes, Clouds, Parodos, antistrophe 1

(아리스토파네스, Clouds, Parodos, antistrophe 1)

παρθένοι ὀμβροφόροι ἔλθωμεν λιπαρὰν χθόνα Παλλάδος, εὐάνδρον γᾶν Κέκροπος ὀψόμεναι πολυήρατον:? οὗ σέβας ἀρρήτων ἱερῶν, ἵνα μυστοδόκος δόμος ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται, οὐρανίοις τε θεοῖς δωρήματα, ναοί θ ὑψερεφεῖς καὶ ἀγάλματα, καὶ πρόσοδοι μακάρων ἱερώταται, εὐστέφανοί τε θεῶν θυσίαι θαλίαι τε, παντοδαπαῖς ἐν ὡρ´αις, ἦρί τ ἐπερχομένῳ Βρομία χάρις, εὐκελάδων τε χορῶν ἐρεθίσματα, καὶ μοῦσα βαρύβρομος αὐλῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION