- 텍스트

Aristophanes, Clouds, Parodos, strophe 1

(아리스토파네스, Clouds, Parodos, strophe 1)

ἀέναοι Νεφέλαι ἀρθῶμεν φανεραὶ δροσερὰν φύσιν εὐάγητον, πατρὸς ἀπ Ὠκεανοῦ βαρυαχέος ὑψηλῶν ὀρέων κορυφὰς ἐπὶ δενδροκόμους, ἵνα τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα, καρπούς τ ἀρδομέναν ἱερὰν χθόνα, καὶ ποταμῶν ζαθέων κελαδήματα, καὶ πόντον κελάδοντα βαρύβρομον:? ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται μαρμαρέαις ἐν αὐγαῖς. ἀλλ ἀποσεισάμεναι νέφος ὄμβριον ἀθανάτας ἰδέας ἐπιδώμεθα τηλεσκόπῳ ὄμματι γαῖαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION