호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εὐφημεῖν χρὴ τὸν πρεσβύτην καὶ τῆς εὐχῆς ἐπακούειν.? ὦ δέσποτ ἄναξ ἀμέτρητ Αἤρ, ὃς ἔχεις τὴν γῆν μετέωρον, λαμπρός τ Αἰθὴρ σεμναί τε θεαὶ Νεφέλαι βροντησικέραυνοι, ἄρθητε φάνητ ὦ δέσποιναι τῷ φροντιστῇ μετέωροι. μήπω μήπω γε πρὶν ἂν τουτὶ πτύξωμαι, μὴ καταβρεχθῶ. τὸ δὲ μηδὲ κυνῆν οἴκοθεν ἐλθεῖν ἐμὲ τὸν κακοδαίμον ἔχοντα. ἔλθετε δῆτ ὦ πολυτίμητοι Νεφέλαι τῷδ εἰς ἐπίδειξιν: εἴτ ἐπ Ὀλύμπου κορυφαῖς ἱεραῖς χιονοβλήτοισι κάθησθε, εἴτ Ὠκεανοῦ πατρὸς ἐν κήποις ἱερὸν χορὸν ἵστατε Νύμφαις, εἴτ ἄρα Νείλου προχοαῖς ὑδάτων χρυσέαις ἀρύτεσθε πρόχοισιν, ἢ Μαιῶτιν λίμνην ἔχετ ἢ σκόπελον νιφόεντα Μίμαντος: ὑπακούσατε δεξάμεναι θυσίαν καὶ τοῖς ἱεροῖσι χαρεῖσαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기