호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ μέγα χρύσεον ἀστεροπῆς φάος, ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον, ὦ χθόνιαι βαρυαχέες ὀμβροφόροι θ ἅμα βρονταί, αἷς ὅδε νῦν χθόνα σείει.? διὰ σὲ τὰ πάντα κρατήσας καὶ πάρεδρον Βασίλειαν ἔχει Διός. Ὑμὴν ὦ Ὑμέναι ὦ. ἔπεσθε νῦν γάμοισιν ὦ φῦλα πάντα συννόμων πτεροφόρ ἐπὶ δάπεδον Διὸς καὶ λέχος γαμήλιον. ὄρεξον ὦ μάκαιρα σὴν χεῖρα καὶ πτερῶν ἐμῶν λαβοῦσα συγχόρευσον: αἴρων δὲ κουφιῶ ς ἐγώ. ἀλαλαλαὶ ἰὴ παιών, τήνελλα καλλίνικος, ὦ δαιμόνων ὑπέρτατε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기