- 텍스트

Aristophanes, Birds, Lyric-Scene, antistrophe 1

(아리스토파네스, Birds, Lyric-Scene, antistrophe 1)

ἔστι δ αὗ χώρα πρὸς αὐτῷ τῷ σκότῳ πόρρω τις ἐν τῇ λύχνων ἐρημίᾳ, ἔνθα τοῖς ἡρ´ωσιν ἄνθρωποι ξυναριστῶσι καὶ ξύν- εισι πλὴν τῆς ἑσπέρας.? τηνικαῦτα δ οὐκέτ ἦν ἀσφαλὲς ξυντυγχάνειν. εἰ γὰρ ἐντύχοι τις ἡρ´ῳ τῶν βροτῶν νύκτωρ Ὀρέστῃ, γυμνὸς ἦν πληγεὶς ὑπ αὐτοῦ πάντα τἀπιδέξια. οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μ ὄψεται. ποῦ Πισθέταιρός ἐστ· ἐά τουτὶ τί ἦν· τίς ὁ συγκαλυμμός· τῶν θεῶν ὁρᾷς τινα ἐμοῦ κατόπιν ἐνταῦθα· μὰ Δί ἐγὼ μὲν οὔ. τίς δ εἶ σύ· πηνίκ ἐστὶν ἄρα τῆς ἡμέρας· ὁπηνίκα· σμικρόν τι μετὰ μεσημβρίαν. ἀλλὰ σὺ τίς εἶ· βουλυτὸς ἢ περαιτέρω· οἴμ ὡς βδελύττομαί σε. τί γὰρ ὁ Ζεὺς ποιεῖ· ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει· οἴμωζε μεγάλ. οὕτω μὲν ἐκκεκαλύψομαι. ὦ φίλε Προμηθεῦ. παῦε παῦε, μὴ βόα. τί γὰρ ἔστι· σίγα, μὴ κάλει μου τοὔνομα: ἀπὸ γάρ μ ὀλεῖς, εἴ μ ἐνθάδ ὁ Ζεὺς ὄψεται. ἀλλ ἵνα φράσω σοι πάντα τἄνω πράγματα, τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε ἄνωθεν, ὡς ἂν μή μ ὁρῶσιν οἱ θεοί. ἰοὺ ἰού: εὖ γ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς. ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε. ἄκουε δή νυν. ὡς ἀκούοντος λέγε. ἀπόλωλεν ὁ Ζεύς. πηνίκ ἄττ ἀπώλετο· ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα. θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο ἀνῆλθεν ὡς ἡμᾶς ἀπ ἐκείνου τοῦ χρόνου, ἀλλ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν ἄνευ θυηλῶν: οἱ δὲ βάρβαροι θεοὶ πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες ἐπιστρατεύσειν φάς ἄνωθεν τῷ Διί, εἰ μὴ παρέξει τἀμπόρι ἀνεῳγμένα, ἵν εἰσάγοιτο σπλάγχνα κατατετμημένα. εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες ἄνωθεν ὑμῶν·

οὐ γάρ εἰσι βάρβαροι, ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ· ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις τί ἔστιν· ὅ τι ἔστιν· Τριβαλλοί. μανθάνω. ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο· μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές: ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω: ὑμεῖς δὲ μὴ σπένδεσθ, ἐὰν μὴ παραδιδῷ τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν, καὶ τὴν Βασίλειάν σοι γυναῖκ ἔχειν διδῷ. τίς ἐστιν ἡ Βασίλεια· καλλίστη κόρη, ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς καὶ τἄλλ ἁπαξάπαντα, τὴν εὐβουλίαν τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια, τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα. ἅπαντά γ ἆρ αὐτῷ ταμιεύει· φήμ ἐγώ. ἥν γ ἢν σὺ παρ ἐκείνου παραλάβῃς, πάντ ἔχεις. τούτων ἕνεκα δεῦρ ἦλθον, ἵνα φράσαιμί σοι. ἀεί ποτ ἀνθρώποις γὰρ εὔνους εἴμ ἐγώ. μόνον θεῶν γὰρ διὰ ς ἀπανθρακίζομεν. μισῶ δ ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ. νὴ τὸν Δί ἀεὶ δῆτα θεομισὴς ἔφυς. Τίμων καθαρός. ἀλλ ὡς ἂν ἀποτρέχω πάλιν, φέρε τὸ σκιάδειον, ἵνα με κἂν ὁ Ζεὺς ἴδῃ ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ. καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.?

상위

Birds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION