호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ δαιμόνιε μὴ νουθέτει μ ἀλλὰ πτέρου.? νῦν τοι λέγων πτερῶ σε. καὶ πῶς ἂν λόγοις ἄνδρα πτερώσειας σύ· πάντες τοῖς λόγοις ἀναπτεροῦνται. πάντες· οὐκ ἀκήκοας, ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί· δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης λέγων ἀνεπτέρωκεν ὥσθ ἱππηλατεῖν. ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας. λόγοισί τἄρα καὶ πτεροῦνται· φήμ ἐγώ. ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται ἐπαίρεταί τ ἄνθρωπος. οὕτω καί ς ἐγὼ ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις τρέψαι πρὸς ἔργον νόμιμον. ἀλλ οὐ βούλομαι. τί δαὶ ποιήσεις· τὸ γένος οὐ καταισχυνῶ. παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι. ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους καλεσάμενος κᾆτ ἐγκεκληκὼς ἐνθαδὶ κατ αὖ πέτωμαι πάλιν ἐκεῖσε. μανθάνω. ὡδὶ λέγεις: ὅπως ἂν ὠφλήκῃ δίκην ἐνθάδε πρὶν ἥκειν ὁ ξένος. πάνυ μανθάνεις. κἄπειθ ὁ μὲν πλεῖ δεῦρο, σὺ δ ἐκεῖς αὖ πέτει ἁρπασόμενος τὰ χρήματ αὐτοῦ. πάντ ἔχεις. βέμβικος οὐδὲν διαφέρειν δεῖ. μανθάνω βέμβικα: καὶ μὴν ἔστι μοι νὴ τὸν Δία κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά. οἴμοι τάλας μάστιγ ἔχεις. πτερὼ μὲν οὖν, οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν. οἴμοι τάλας. οὐ πτερυγιεῖς ἐντευθενί· οὐκ ἀπολιβάξεις ὦ κάκιστ ἀπολούμενος· πικρὰν τάχ ὄψει στρεψοδικοπανουργίαν. ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기