호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι, τανυσίπτερε ποικίλα χελιδοῖ·? τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν. ὅδ αὖ μινυρίζων δεῦρό τις προσέρχεται. τανυσίπτερε ποικίλα μάλ αὖθις. ἐς θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ, δεῖσθαι δ ἐοίκεν οὐκ ὀλίγων χελιδόνων. τίς ὁ πτερῶν δεῦρ ἐστὶ τοὺς ἀφικνουμένους· ὁδὶ πάρεστιν: ἀλλ ὅτου δεῖ χρὴ λέγειν. πτερῶν πτερῶν δεῖ: μὴ πύθῃ τὸ δεύτερον. μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ· μὰ Δί ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς καὶ συκοφάντης - ὦ μακάριε τῆς τέχνης. καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος. ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον· μὰ Δί ἀλλ ἵν οἱ λῃσταί τε μὴ λυπῶσί με, μετὰ τῶν γεράνων τ ἐκεῖθεν ἀναχωρῶ πάλιν, ἀνθ ἑρ´ματος πολλὰς καταπεπωκὼς δίκας. τουτὶ γὰρ ἐργάζει σὺ τοὔργον· εἰπέ μοι, νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους· τί γὰρ πάθω· σκάπτειν γὰρ οὐκ ἐπίσταμαι. ἀλλ ἔστιν ἕτερα νὴ Δί ἔργα σώφρονα, ἀφ ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기