- 텍스트

Aristophanes, Birds, Episode, lyric

(아리스토파네스, Birds, Episode, lyric)

ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις:? πέτομαι δ ὁδὸν ἄλλοτ ἐπ ἄλλαν μελέων - τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν. ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων - ἀσπαζόμεσθα φιλύρινον Κινησίαν. τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς· ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών. παῦσαι μελῳδῶν, ἀλλ ὅ τι λέγεις εἰπέ μοι. ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς. ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι· κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη. τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα καὶ πτεροδόνητα: σὺ δὲ κλύων εἴσει τάχα. οὐ δῆτ ἔγωγε. νὴ τὸν Ἡρακλέα σύ γε. ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα. εἴδωλα πετεινῶν αἰθεροδρόμων οἰωνῶν ταναοδείρων - ὠόπ. τὸν ἁλάδρομον ἁλάμενος ἅμ ἀνεμων πνοαῖσι βαίην. νὴ τὸν Δί ἦ γώ σου καταπαύσω τὰς πνοάς. τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν, τοτὲ δ αὖ βορέᾳ σῶμα πελάζων ἀλίμενον αἰθέρος αὔλακα τέμνων. χαρίεντά γ ὦ πρεσβῦτ ἐσοφίσω καὶ σοφά. οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος· ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον, ὀ`ς ταῖσι φυλαῖς περιμάχητός εἰμ ἀεί· βούλει διδάσκειν καὶ παρ ἡμῖν οὖν μένων Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων Κεκροπίδα φυλήν· καταγελᾷς μου, δῆλος εἶ. ἀλλ οὖν ἔγωγ οὐ παύσομαι, τοῦτ ἴσθ ὅτι, πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.?

상위

Birds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION