호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενοίμαν αἰετὸς ὑψιπέτας, ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου γλαυκᾶς ἐπ οἶδμα λίμνας.? ἐοίκεν οὐ ψευδαγγελήσειν ἅγγελος. ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται. αἰβοῖ: οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον: ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι οἰκεῖν μεθ ὑμῶν κἀπιθυμῶ τῶν νόμων. ποίων νόμων· πολλοὶ γὰρ ὀρνίθων νόμοι. πάντων: μάλιστα δ ὅτι καλὸν νομίζεται τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν. καὶ νὴ Δί ἀνδρεῖόν γε πάνυ νομιζομεν, ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν. διὰ ταῦτα μέντοι δεῦρ ἀνοικισθεὶς ἐγὼ ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντ ἔχειν. ἀλλ ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν: ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων, δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν. ἀπέλαυσά τἄρα νὴ Δί ἐλθὼν ἐνθαδί, εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον. οὐδέν γ. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε εὔνους, πτερώσω ς ὥσπερ ὄρνιν ὀρφανόν. σοὶ δ ὦ νεανίσκ οὐ κακῶς ὑποθήσομαι, ἀλλ οἱά῀περ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ τὸν μὲν πατέρα μὴ τύπτε: ταυτηνδὶ λαβὼν τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ, νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον, φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε, τὸν πατέρ ἐά ζῆν: ἀλλ ἐπειδὴ μάχιμος εἶ, ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου. νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν, καὶ πείσομαί σοι. νοῦν ἄρ ἔξεις νὴ Δία.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기