호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταχὺ δὴ πολυάνορα τάνδε πόλιν καλεῖ τις ἀνθρώπων.? τύχη μόνον προσείη. κατέχουσι δ ἔρωτες ἐμᾶς πόλεως. θάττον φέρειν κελεύω. τί γὰρ οὐκ ἔνι ταύτῃ καλὸν ἀνδρὶ μετοικεῖν· Σοφία Πόθος Ἀμβροσία Χάριτες τό τε τῆς ἀγανόφρονος Ἡσυχίας εὐήμερον πρόσωπον. ὡς βλακικῶς διακονεῖς: οὐ θᾶττον ἐγκονήσεις·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기