- 텍스트

Aristophanes, Birds, Lyric-Scene, antistrophe 1

(아리스토파네스, Birds, Lyric-Scene, antistrophe 1)

ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν, μηδέ <γέ> τιν ἱερόθυτον ἀνὰ δάπεδον ἔτι τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.? δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν. ὦ Πισθέταιρ ὦ μακάρι ὦ σοφώτατε, ὦ κλεινότατ ὦ σοφώτατ ὦ γλαφυρώτατε, ὦ τρισμακάρι ὦ κατακέλευσον. τί σὺ λέγεις· στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ. δέχομαι. τί δ οὕτως οἱ λεῲ τιμῶσί με· ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν, οὐκ οἷσθ ὅσην τιμὴν παρ ἀνθρώποις φέρει, ὅσους τ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις. πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν, ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε, ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν σκυτάλι ἐφόρουν, νυνὶ δ ὑποστρέψαντες αὖ ὀρνιθομανοῦσι, πάντα δ ὑπὸ τῆς ἡδονῆς ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι: πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα ἐπέτονθ ἑώθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν: κἄπειτ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία: εἶτ ἀπενέμοντ ἐνταῦθα τὰ ψηφίσματα. ὠρνιθομάνουν δ οὕτω περιφανῶς ὥστε καὶ πολλοῖσιν ὀρνίθων ὀνόματ ἦν κείμενα. πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο χωλός, Μενίππῳ δ ἦν χελιδὼν τοὔνομα, Ὀπουντίῳ δ ὀφθαλμὸν οὐκ ἔχων κόραξ, κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει, ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς, Συρακοσίῳ δὲ κίττα: Μειδίας δ ἐκεῖ ὄρτυξ ἐκαλεῖτο: καὶ γὰρ ᾔκειν ὄρτυγι ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ. ᾖδον δ ὑπὸ φιλορνιθίας πάντες μέλη, ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν. τοιαῦτα μὲν τἀκεῖθεν. ἓν δέ σοι λέγω: ἥξους ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων: ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν. οὐκ ἆρα μὰ Δί ἡμῖν ἔτ ἔργον ἑστάναι. ἀλλ ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν: Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά: ἐγὼ δ ἐκείνων τοὺς προσιόντας δέξομαι.?

상위

Birds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION