호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς πρὸς ἐμὲ καὶ θεούς.? ἀλλὰ φύλαττε πᾶς ἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο, μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν: . . . ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν, ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου δίνης πτερωτὸς φθόγγος ἐξακούεται. αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει· μέν ἥσυχος, ἔχ ἀτρέμας: αὐτοῦ στῆθ: ἐπίσχες τοῦ δρόμου. τίς εἶ· ποδαπή· λέγειν ἐχρῆν ὁπόθεν πότ εἶ. παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων. ὄνομα δέ σο. τί ἐστι· πλοῖον ἢ κυνῆ· Ἶρις ταχεῖα. Πάραλος ἢ Σαλαμινία· τί δὲ τοῦτο· ταυτηνί τις οὐ συλλήψεται ἀναπτόμενος τρίορχος· ἐμὲ συλλήψεται· τί ποτ ἐστὶ τουτὶ τὸ κακόν· οἰμώξει μακρά. ἄτοπόν γε τουτὶ πρᾶγμα. κατὰ ποίας πύλας εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη· οὐκ οἶδα μὰ Δί ἔγωγε κατὰ ποίας πύλας. ἤκουσας αὐτῆς οἱο῀ν εἰρωνεύεται· πρὸς τοὺς κολοιάρχας προσῆλθες· οὐ λέγεις· σφραγῖδ ἔχεις παρὰ τῶν πελαργῶν· τί τὸ κακόν. οὐκ ἔλαβες· ὑγιαίνεις μέν· οὐδὲ σύμβολον ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών· μὰ Δί οὐκ ἔμοιγ ἐπέβαλεν οὐδεὶς ὦ μέλε. κἄπειτα δῆθ οὕτω σιωπῇ διαπέτει διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους· ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς· οὐκ οἶδα μὰ Δί ἔγωγε: τῇδε μὲν γὰρ οὔ. ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γ οἶσθα τοῦθ ὅτι δικαιότατ ἂν ληφθεῖσα πασῶν Ἰρίδων ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες· ἀλλ ἀθάνατός εἰμ.
ἀλλ ὅμως ἂν ἀπέθανες. δεινότατα γάρ τοι πεισόμεσθ, ἐμοὶ δοκεῖ, εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δ οἱ θεοὶ ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθ ὅτι ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων. φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς· ἐγώ· πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς μηλοσφαγεῖν τε βουθύτοις ἐπ ἐσχάραις κνισᾶν τ ἀγυιάς. τί σὺ λέγεις· ποίοις θεοῖς· ποίοισιν· ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς. θεοὶ γὰρ ὑμεῖς· τίς γάρ ἐστ ἄλλος θεός· ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί, οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δί οὐ τῷ Διί. ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας δεινάς, ὅπως μή σου γένος πανώλεθρον Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη, λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς. ἄκουσον αὕτη: παῦε τῶν παφλασμάτων: ἔχ ἀτρέμα. φέρ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς· ἆρ οἶσθ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα, μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος καταιθαλώσω πυρφόροισιν αἰετοῖς· πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν ὄρνις ἐπ αὐτὸν παρδαλᾶς ἐνημμένους πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα. σὺ δ εἴ με λυπήσεις τι, τῆς διακόνου πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως οὕτω γέρων ὢν στύομαι τριέμβολον. διαρραγείης ὦ μέλ αὐτοῖς ῥήμασιν. οὐκ ἀποσοβήσεις· οὐ ταχέως· εὐρὰξ πατάξ. ἦ μήν σε παύσει τῆς ὕβρεως οὑμὸς πατήρ. οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη καταιθαλώσεις τῶν νεωτέρων τινά·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기