호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ νὴ Δί αἱ νῆτταί γε περιεζωσμέναι ἐπλινθοφόρουν:? ἄνω δὲ τὸν ὑπαγωγέα ἐπέτοντ ἔχουσαι κατόπιν ὥσπερ παιδία τὸν πηλὸν ἐν τοῖς στόμασιν αἱ χελιδόνες. τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις· φέρ ἴδω, τί δαί· τὰ ξύλινα τοῦ τείχους τίνες ἀπηργάσαντ· ὄρνιθες ἦσαν τέκτονες σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν ἀπεπελέκησαν τὰς πύλας: ἦν δ ὁ κτύπος αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ. καὶ νῦν ἅπαντ ἐκεῖνα πεπύλωται πύλαις καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ, ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ, φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι ἐν τοῖσι πύργοις. ἀλλ ἐγὼ μὲν ἀποτρέχων ἀπονίψομαι: σὺ δ αὐτὸς ἤδη τἄλλα δρᾶ. οὗτος τί ποιεῖς· ἆρα θαυμάζεις ὅτι οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ· νὴ τοὺς θεοὺς ἔγωγε: καὶ γὰρ ἄξιον: ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν. ἀλλ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων. ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού. τί τὸ πρᾶγμα τουτί· δεινότατα πεπόνθαμεν. τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς διὰ τῶν πυλῶν εἰσέπτετ ἐς τὸν ἀέρα, λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους. ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος. τίς τῶν θεῶν· οὐκ ἴσμεν: ὅτι δ εἶχε πτερά, τοῦτ ἴσμεν. οὔκουν δῆτα περιπόλους ἐχρῆν πέμψαι κατ αὐτὸν εὐθύς· ἀλλ ἐπέμψαμεν τρισμυρίους ἱέρακας ἱπποτοξότας, χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος, κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός: ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου: κἄστ οὐ μακρὰν ἄπωθεν, ἀλλ ἐνταῦθά που ἤδη στίν. οὔκουν σφενδόνας δεῖ λαμβάνειν καὶ τόξα· χώρει δεῦρο πᾶς ὑπηρέτης: τόξευε παῖε, σφενδόνην τίς μοι δότω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기