- 텍스트

Aristophanes, Birds, Parabasis, epirrheme

(아리스토파네스, Birds, Parabasis, epirrheme)

τῇδε μέντοι θἠμέρᾳ μάλιστ ἐπαναγορεύεται, ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον, λαμβάνειν τάλαντον, ἤν τε τῶν τυράννων τίς τινα τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν.? βουλόμεσθ οὖν νυν ἀνειπεῖν ταὐτὰ χἠμεῖς ἐνθάδε. ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον, λήψεται τάλαντον, ἢν δὲ ζῶντά <γ> ἀγάγῃ, τέτταρα, ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθ ἑπτὰ τοὐβολοῦ, εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται, τοῖς τε κοψίχοισιν ἐς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά, τὰς περιστεράς θ ὁμοίως ξυλλαβὼν εἱρ´ξας ἔχει, κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ. ταῦτα βουλόμεσθ ἀνειπεῖν: κεἴ τις ὄρνιθας τρέφει εἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι. ἢν δὲ μὴ πίθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέων αὖθις ὑμεῖς αὖ παρ ἡμῖν δεδεμένοι παλεύσετε.?

상위

Birds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION