호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤδη μοὶ τῷ παντόπτᾳ καὶ παντάρχᾳ θνητοὶ πάντες θύσους εὐκταίαις εὐχαῖς.? πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω, σῴζω δ εὐθαλεῖς καρποὺς κτείνων παμφύλων γένναν θηρῶν, ἂ πάντ ἐν γαίᾳ ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις δένδρεσί τ ἐφημένα καρπὸν ἀποβόσκεται: κτείνω δ οἳ κήπους εὐώδεις φθείρουσιν λύμαις ἐχθίσταις, ἑρπετά τε καὶ δάκετα <πάνθ> ὅσαπερ ἔστιν ὑπ ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기