- 텍스트

Aristophanes, Birds, Parabasis, antepirrheme

(아리스토파네스, Birds, Parabasis, antepirrheme)

οὐδέν ἐστ ἄμεινον οὐδ ἥδιον ἢ φῦσαι πτερά.? αὐτίχ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος, εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο, ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε, κᾆτ ἂν ἐμπλησθεὶς ἐφ ἡμᾶς αὖθις αὖ κατέπτετο. εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν, οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλ ἀνέπτετο, κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο: εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει, κᾆθ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ, οὗτος ἂν πάλιν παρ ὑμῶν πτερυγίσας ἀνέπτετο, εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο. ἆρ ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον· ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ ᾑρέθη φύλαρχος, εἶθ ἵππαρχος, εἶτ ἐξ οὐδενὸς μεγάλα πράττει κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION