- 텍스트

Aristophanes, Birds, Parabasis, epirrheme

(아리스토파네스, Birds, Parabasis, epirrheme)

εἰ μετ ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.? ὅσα γάρ ἐστιν ἐνθάδ αἰσχρὰ τῷ νόμῳ κρατούμενα, ταῦτα πάντ ἐστὶν παρ ἡμῖν τοῖσιν ὄρνισιν καλά. εἰ γὰρ ἐνθάδ ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ, τοῦτ ἐκεῖ καλὸν παρ ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ προσδραμὼν εἴπῃ πατάξας, αἶρε πλῆκτρον, εἰ μαχεῖ. εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος, ἀτταγᾶς οὗτος παρ ἡμῖν ποικίλος κεκλήσεται. εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου, φρυγίλος ὄρνις ἐνθάδ ἔσται, τοῦ Φιλήμονος γένους. εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης, φυσάτω πάππους παρ ἡμῖν, καὶ φανοῦνται φράτερες. εἰ δ ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον: ὡς παρ ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION