- 텍스트

Aristophanes, Birds, Parabasis, parabasis

(아리스토파네스, Birds, Parabasis, parabasis)

πάντα δὲ θνητοῖς ἐστὶν ἀφ ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.? πρῶτα μὲν ὡρ´ας φαίνομεν ἡμεῖς ἦρος χειμῶνος ὀπώρας: σπείρειν μέν, ὅταν γέρανος κρώζους ἐς τὴν Λιβύην μεταχωρῇ. καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν, εἶτα δ Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ. ἰκτῖνος <δ> αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὡρ´αν ἀποφαίνει, ἡνίκα πεκτεῖν ὡρ´α προβάτων πόκον ἠρινόν: εἶτα χελιδών, ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι. ἐσμὲν δ ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων. ἐλθόντες γὰρ πρῶτον ἐπ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε, πρός τ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός. ὄρνιν τε νομίζετε πάνθ ὅσαπερ περὶ μαντείας διακρίνει: φήμη γ ὑμῖν ὄρνις ἐστί, πταρμόν τ ὄρνιθα καλεῖτε, ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντ ὄρνιν, ὄνον ὄρνιν. ἆρ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION