호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι, ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλ ἀμενηνά, ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι, προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν, τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν, ἵν ἀκούσαντες πάντα παρ ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων.? φύσιν οἰωνῶν γένεσίν τε θεῶν ποταμῶν τ Ἐρέβους τε Χάους τε εἰδότες ὀρθῶς, Προδίκῳ παρ ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν. Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς, γῆ δ οὐδ ἀὴρ οὐδ οὐρανὸς ἦν: Ἐρέβους δ ἐν ἀπείροσι κόλποις τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν, ἐξ οὖ περιτελλομέναις ὡρ´αις ἔβλαστεν Ἔρως ὁ ποθεινός, στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις. οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς. πρότερον δ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα: ξυμμιγνυμένων δ ἑτέρων ἑτέροις γένετ οὐρανὸς ὠκεανός τε καὶ γῆ πάντων τε θεῶν μακάρων γένος ἄφθιτον. ὦδε μέν ἐσμεν πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δ ὡς ἐσμὲν Ἔρωτος πολλοῖς δῆλον: πετόμεσθά τε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν: πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὡρ´ας διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί, ὁ μὲν ὄρτυγα δοὺς ὁ δὲ πορφυρίων ὁ δὲ χῆν ὁ δὲ Περσικὸν ὄρνιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기