호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτους μὲν ἄγων μετὰ σαυτοῦ ἀρίστισον εὖ:? τὴν δ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις κατάλειφ ἡμῖν δεῦρ ἐκβιβάσας, ἵνα παίσωμεν μετ ἐκείνης. ὦ τοῦτο μεντοι νὴ Δί αὐτοῖσιν πιθοῦ: ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον. ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα. ἀλλ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις. ὦ Ζεῦ πολυτίμηθ ὡς καλὸν τοὐρνίθιον, ὡς δ ἁπαλόν, ὡς δὲ λευκόν. ἆρά γ οἶσθ ὅτι ἐγὼ διαμηρίζοιμ ἂν αὐτὴν ἡδέως· ὅσον δ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος. ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ. ἀλλ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει. ἀλλ ὥσπερ ᾠὸν νὴ Δί ἀπολέψαντα χρὴ ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθ οὕτω φιλεῖν. ἰώμεν. ἡγοῦ δὴ σὺ νῷν τύχἀγαθῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기