- 텍스트

Aristophanes, Birds, Agon, epirrheme

(아리스토파네스, Birds, Agon, epirrheme)

καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι, ὃν διαμάττειν οὐ κωλύει:? φέρε παῖ στέφανον: καταχεῖσθαι κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις. δειπνήσειν μέλλομεν· ἢ τί· μὰ Δί ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι, ὅ το τὴν τούτων θραύσει ψυχήν: οὕτως ὑμῶν ὑπεραλγῶ, οἵτινες ὄντες πρότερον βασιλῆς - ἡμεῖς βασιλῆς· τίνος· ὑμεῖς πάντων ὁπός ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ, ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε, καὶ γῆς. καὶ γῆς· νὴ τὸν Ἀπόλλω. τουτὶ μὰ Δί οὐκ ἐπεπύσμην. ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδ Αἴσωπον πεπάτηκας, ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι, προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρ αὐτῆς ἀποθνῄσκειν: γῆν δ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον: τὴν δ ἀποροῦσαν ὑπ ἀμηχανίας τὸν πατέρ αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν. οὔκουν δῆτ εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο, ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθ ἡ βασιλεία· νὴ τὸν Ἀπόλλω: πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν: οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ. ὡς δ οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν, ἀλλ ὄρνιθες, κἀβασίλευον, πόλλ ἐστὶ τεκμήρια τούτων. αὐτίκα δ ὑμῖν πρῶτ ἐπιδείξω τὸν ἀλεκτρυόν, ὡς ἐτυράννει ἦρχέ τε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου, ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ ἐκείνης. διὰ ταῦτ ἄρ ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν. οὕτω δ ἴσχυσέ τε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστ ἔτι καὶ νῦν ὑπὸ τῆς ῥώμης τῆς τότ ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ, ἀναπηδῶσιν πάντες ἐπ ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί: οἱ δὲ βαδίζους ὑποδησάμενοι νύκτωρ. ἐμὲ τοῦτό γ ἐρώτα. χλαῖναν γὰρ ἀπώλες ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον. ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει, κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ ᾖσεν: κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κἄρτι προκύπτω ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον: κἀγὼ πίπτω μέλλω τε βοᾶν, ὁ δ ἀπέβλισε θοἰμάτιόν μου. ἰκτῖνος δ οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κἀβασίλευεν. τῶν Ἑλλήνων· καὶ κατέδειξέν γ οὗτος πρῶτος βασιλεύων προκυλινδεῖσθαι τοῖς ἰκτίνοις. νὴ τὸν Διόνυσον, ἐγὼ γοῦν ἐκυλινδούμην ἰκτῖνον ἰδών: κᾆθ ὕπτιος ὢν ἀναχάσκων ὀβολὸν κατεβρόχθισα: κᾆτα κενὸν τὸν θύλακον οἴκαδ ἀφεῖλκον. Αἰγύπτου δ αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν: χὠπόθ ὁ κόκκυξ εἴποι κόκκυ, τότ ἂν οἱ Φοίνικες ἅπαντες τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον. τοῦτ ἄρ ἐκεῖν ἦν τοὔπος ἀληθῶς: κόκκυψωλοὶ πεδίονδε. ἦρχον δ οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ εἴ τις καὶ βασιλεύοι ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος, ἐπὶ τῶν σκήπτρων ἐκάθητ ὄρνις μετέχων ὅ τι δωροδοκοίη. τουτὶ τοίνυν οὐκ ᾔδη γώ: καὶ δῆτά μ ἐλάμβανε θαῦμα, ὁπότ ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς, ὁ δ ἄρ εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη. ὃ δὲ δεινότατόν γ ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν, ἡ δ αὖ θυγάτηρ γλαῦχ, ὁ δ Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα. νὴ τὴν Δήμητρ εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτ ἄρ ἔχουσιν· ἵν ὅταν θύων τις ἔπειτ αὐτοῖς ἐς τὴν χεῖρ, ὡς νόμος ἐστίν, τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν. ὤμνυ τ οὐδεὶς τότ <ἂν> ἀνθρώπων θεόν, ἀλλ ὄρνιθας ἅπαντες: Λάμπων δ ὄμνυς ἔτι καὶ νυνὶ τὸν χῆν, ὅταν ἐξαπατᾷ τι. οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίους τ ἐνόμιζον, νῦν δ ἀνδράποδ ἠλιθίους Μανᾶς:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION