호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοροτὶξ τοροτίξ.? ὦγάθ ἀλλ <εἶς> οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται. νὴ Δί ὄρνις δῆτα. τίς ποτ ἐστίν· οὐ δήπου ταὧς· οὗτος αὐτὸς νῷν φράσει: τίς ἐστιν ὄρνις οὑτοσί· οὗτος οὐ τῶν ἠθάδων τῶνδ ὧν ὁρᾶθ ὑμεῖς ἀεί, ἀλλὰ λιμναῖος. βαβαὶ καλός γε καὶ φοινικιοῦς. εἰκότως <γε>: καὶ γὰρ ὄνομ αὐτῷ στὶ φοινικόπτερος. οὗτος ὦ σέ τοι. τί βωστρεῖς· ἕτερος ὄρνις οὑτοσί. νὴ Δί ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων. τίς ποτ ἔσθ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης· ὄνομα τούτῳ Μῆδός ἐστο. Μῆδος· ὦναξ Ἡράκλεις: εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο· ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί. τί τὸ τέρας τουτί ποτ ἐστίν· οὐ σὺ μόνος ἄρ ἦσθ ἔποψ, ἀλλὰ χοὖτος ἕτερος· οὑτοσὶ μέν ἐστι Φιλοκλέους ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας. Καλλίας ἄρ οὗτος οὑρ´νις ἐστίν: ὡς πτερορρυεῖ. ἅτε γὰρ ὢν γενναῖος ὑπό <τε> συκοφαντῶν τίλλεται, αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά. ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί. τίς ὀνομάξεταί ποθ οὗτος· οὑτοσὶ κατωφαγᾶς. ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος· πῶς ἂν οὖν Κλεώνυμός γ ὢν οὐκ ἀπέβαλε τὸν λόφον· ἀλλὰ μέντοι τίς ποθ ἡ λόφωσις ἡ τῶν ὀρνέων· ἦ πὶ τὸν δίαυλον ἦλθον· ὥσπερ οἱ Κᾶρες μὲν οὖν ἐπὶ λόφων οἰκοῦσιν ὦγάθ ἀσφαλείας οὔνεκα. ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν ὀρνέων· ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού, οὐδ ἰδεῖν ἔτ ἔσθ ὑπ αὐτῶν πετομένων τὴν εἴσοδον. οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δί ἀτταγᾶς, οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γ ἀλκυών. τίς γάρ ἐσθ οὕπισθεν αὐτῆς· ὅστις ἐστί· κειρύλος. κειρύλος γάρ ἐστιν ὄρνις· οὐ γάρ ἐστι Σποργίλος· χαὐτηί γε γλαῦξ. τί φῄς· τίς γλαῦκ Ἀθήναζ ἤγαγεν· κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήην δρύοψ. ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων: οἰᾶ πιππίζουσι καὶ τρέχουσι διακεκραγότες. ἆρ ἀπειλοῦσίν γε νῷν· οἴμοι, κεχήνασίν γέ τοι καὶ βλέπουσιν ἐς σὲ κἀμέ. τοῦτο μὲν κἀμοὶ δοκεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기