- 텍스트

Aristophanes, Birds, Parodos, lyric

(아리스토파네스, Birds, Parodos, lyric)

τοροτὶξ τοροτίξ.? ὦγάθ ἀλλ <εἶς> οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται. νὴ Δί ὄρνις δῆτα. τίς ποτ ἐστίν· οὐ δήπου ταὧς· οὗτος αὐτὸς νῷν φράσει: τίς ἐστιν ὄρνις οὑτοσί· οὗτος οὐ τῶν ἠθάδων τῶνδ ὧν ὁρᾶθ ὑμεῖς ἀεί, ἀλλὰ λιμναῖος. βαβαὶ καλός γε καὶ φοινικιοῦς. εἰκότως <γε>: καὶ γὰρ ὄνομ αὐτῷ στὶ φοινικόπτερος. οὗτος ὦ σέ τοι. τί βωστρεῖς· ἕτερος ὄρνις οὑτοσί. νὴ Δί ἕτερος δῆτα χοὖτος ἔξεδρον χρόαν ἔχων. τίς ποτ ἔσθ ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης· ὄνομα τούτῳ Μῆδός ἐστο. Μῆδος· ὦναξ Ἡράκλεις: εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο· ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί. τί τὸ τέρας τουτί ποτ ἐστίν· οὐ σὺ μόνος ἄρ ἦσθ ἔποψ, ἀλλὰ χοὖτος ἕτερος· οὑτοσὶ μέν ἐστι Φιλοκλέους ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις Ἱππόνικος Καλλίου κἀξ Ἱππονίκου Καλλίας. Καλλίας ἄρ οὗτος οὑρ´νις ἐστίν: ὡς πτερορρυεῖ. ἅτε γὰρ ὢν γενναῖος ὑπό <τε> συκοφαντῶν τίλλεται, αἵ τε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά. ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί. τίς ὀνομάξεταί ποθ οὗτος· οὑτοσὶ κατωφαγᾶς. ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος· πῶς ἂν οὖν Κλεώνυμός γ ὢν οὐκ ἀπέβαλε τὸν λόφον· ἀλλὰ μέντοι τίς ποθ ἡ λόφωσις ἡ τῶν ὀρνέων· ἦ πὶ τὸν δίαυλον ἦλθον· ὥσπερ οἱ Κᾶρες μὲν οὖν ἐπὶ λόφων οἰκοῦσιν ὦγάθ ἀσφαλείας οὔνεκα. ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν ὀρνέων· ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού, οὐδ ἰδεῖν ἔτ ἔσθ ὑπ αὐτῶν πετομένων τὴν εἴσοδον. οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δί ἀτταγᾶς, οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γ ἀλκυών. τίς γάρ ἐσθ οὕπισθεν αὐτῆς· ὅστις ἐστί· κειρύλος. κειρύλος γάρ ἐστιν ὄρνις· οὐ γάρ ἐστι Σποργίλος· χαὐτηί γε γλαῦξ. τί φῄς· τίς γλαῦκ Ἀθήναζ ἤγαγεν· κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήην δρύοψ. ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων: οἰᾶ πιππίζουσι καὶ τρέχουσι διακεκραγότες. ἆρ ἀπειλοῦσίν γε νῷν· οἴμοι, κεχήνασίν γέ τοι καὶ βλέπουσιν ἐς σὲ κἀμέ. τοῦτο μὲν κἀμοὶ δοκεῖ. ποποποποποποποποποποῖ ποῦ μ ἄρ ὃς ἐκάλεσε· τίνα τόπον ἄρα ποτὲ νέμεται· οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων. τί τί τί τί τί τί τί τί: τίνα λόγον ἄρα ποτὲ πρὸς ἐμὲ φίλον ἔχων· κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον. ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρ ἀφῖχθον ὡς ἐμέ. ποῦ· πᾷ· πῶς φῄς· φήμ ἀπ ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο: ἥκετον δ ἔχοντε πρέμνον πράγματος πελωρίου. ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου τράφην ἐγώ, πῶς λέγεις· μήπω φοβηθῇς τὸν λόγον. τί μ ἠργάσω· ἄνδρ ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας. καὶ δέδρακας τοῦτο τοὔργον· καὶ δεδρακώς γ ἥδομαι. κἀστὸν ἤδη που παρ ἡμῖν· εἰ παρ ὑμῖν εἴμ ἐγώ.?

상위

Birds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION