호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐποποῖ ποποποποποποποῖ, ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ, ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων:? ὅσοι τ εὐσπόρους ἀγροίκων γύας νέμεσθε, φῦλα μυρία κριθοτράγων σπερμολόγων τε γένη ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν: ὅσα τ ἐν ἄλοκι θαμὰ βῶλον ἀμφιτιττυβίζεθ ὧδε λεπτὸν ἡδομένᾳ φωνᾷ: τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό. ὅσα θ ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ κλάδεσι νομὸν ἔχει, τά τε κατ ὄρεα τά τε κοτινοτράγα τά τε κομαροφάγα, ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν: τριοτὸ τριοτὸ τοτοβρίξ: οἵ θ ἑλείας παρ αὐλῶνας ὀξυστόμους ἐμπίδας κάπτεθ, ὅσα τ εὐδρόσους γῆς τόπους ἔχετε λειμῶνά τ ἐρόεντα Μαραθῶνος, ὄρνις πτερυγοποίκιλός τ ἀτταγᾶς ἀτταγᾶς. ὧν τ ἐπὶ πόντιον οἶδμα θαλάσσης φῦλα μετ ἀλκυόνεσσι ποτῆται, δεῦρ ἴτε πευσόμενοι τὰ νεώτερα, πάντα γὰρ ἐνθάδε φῦλ ἀθροΐζομεν οἰωνῶν ταναοδείρων. ἥκει γὰρ τις δριμὺς πρέσβυς καινὸς γνώμην καινῶν τ ἔργων ἐγχειρητής. ἀλλ ἴτ ἐς λόγους ἅπαντα, δεῦρο δεῦρο δεῦρο δεῦρο. τοροτοροτοροτοροτίξ. κικκαβαῦ κικκαβαῦ. τοροτοροτοροτορολιλιλίξ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기