- 텍스트

Aristophanes, Birds, Parodos, monody

(아리스토파네스, Birds, Parodos, monody)

ἄγε σύννομέ μοι παῦσαι μὲν ὕπνου, λῦσον δὲ νόμους ἱερῶν ὕμνων, οὓς διὰ θείου στόματος θρηνεῖς τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν:? ἐλελιζομένης δ ἱεροῖς μέλεσιν γένυος ξουθῆς καθαρὰ χωρεῖ διὰ φυλλοκόμου μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας, ἵν ὁ χρυσοκόμας Φοῖβος ἀκούων τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων ἐλεφαντόδετον φόρμιγγα θεῶν ἵστησι χορούς: διὰ δ ἀθανάτων στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ θεία μακάρων ὀλολυγή. αὐλεῖ ὦ Ζεῦ βασιλεῦ τοῦ φθέγματος τοὐρνιθίου: οἰο῀ν κατεμελίτωσε τὴν λόχμην ὃλην. οὗτος. τί ἔστιν· οὐ σιωπήσει· τί δαί· οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.?

상위

Birds

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION