호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται·? διαρραγείης: ἥδε δ αὖ κρώζει πάλιν. τί ὦ πόνηρ ἄνω κάτω πλανύττομεν· ἀπολούμεθ ἄλλως τὴν ὁδὸν προφορουμένω. τὸ δ ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια. τὸ δ ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων. ἀλλ οὐδ ὅπου γῆς ἐσμὲν οἶδ ἔγωγ ἔτι. ἐντευθενὶ τὴν πατρίδ ἂν ἐξεύροις σύ που· οὐδ ἂν μὰ Δία γ ἐντεῦθεν Ἐξηκεστίδης. οἴμοι. σὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι. ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων, ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν, ὃς τώδ ἔφασκε νῷν φράσειν τὸν Τηρέα τὸν ἔποφ ὃς ὄρνις ἐγένετ ἐκ τῶν ὀρνέων: κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου. τὼ δ οὐκ ἄρ ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν. καὶ νῦν τί κέχηνας· ἔσθ ὅποι κατὰ τῶν πετρῶν ἡμᾶς ἔτ ἔξεις. οὐ γάρ ἐστ ἐνταῦθά τις ὁδός. οὐδὲ μὰ Δί ἐνταῦθά γ ἀτραπὸς οὐδαμοῦ. οὐδ ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι· οὐ ταὐτὰ κρώζει μὰ Δία νῦν τε καὶ τότε. τί δὴ λέγει περὶ τῆς ὁδοῦ· τί δ ἄλλο γ ἢ βρύκους ἀπέδεσθαί φησί μου τοὺς δακτύλους· οὐ δεινὸν οὖν δῆτ ἐστὶν ἡμᾶς δεομένους ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους ἔπειτα μὴ ξευρεῖν δύνασθαι τὴν ὁδόν· ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ, νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ: ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται, ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι, ἀστοὶ μετ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς ἀνεπτόμεσθ ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν, αὐτὴν μὲν οὐ μισοῦντ ἐκείνην τὴν πόλιν τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα. οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆν ἢ δύο ἐπὶ τῶν κραδῶν ᾄδους, Ἀθηναῖοι δ ἀεὶ ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον. διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν, κανοῦν δ ἔχοντε καὶ χύτραν καὶ μυρρίνας πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα, ὅποι καθιδρυθέντε διαγενοίμεθ ἄν. ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα τὸν ἔποπα, παρ ἐκείνου πυθέσθαι δεομἐνω, εἴ που τοιαύτην εἶδε πόλιν ᾗ πέπτετο. οὗτος.
τί ἔστιν· ἡ κορώνη μοι πάλαι ἄνω τι φράζει. χὠ κολοιὸς οὑτοσὶ ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι, κοὐκ ἔσθ ὅπως οὐκ ἔστιν ἐνταῦθ ὄρνεα. εἰσόμεθα δ αὐτίκ, ἢν ποιήσωμεν ψόφον. ἀλλ οἶσθ ὃ δρᾶσον· τῷ σκέλει θένε τὴν πέτραν. σὺ δὲ τῇ κεφαλῇ γ, ἵν ᾖ διπλάσιος ὁ ψόφος. σὺ δ οὖν λίθῳ κόψον λαβών. πάνυ γ, εἰ δοκεῖ. παῖ παῖ. τί λέγεις οὗτος· τὸν ἔποπα παῖ καλεῖς· οὐκ ἀντὶ τοῦ παιδός <ς> ἐχρῆν ἐποποῖ καλεῖν· ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ. ἐποποῖ. τίνες οὗτοι· τίς ὁ βοῶν τὸν δεσπότην· Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος. οἴμοι τάλας ὀρνιθοθήρα τουτωί. οὕτως τι δεινὸν οὐδὲ κάλλιον λέγειν. ἀπολεῖσθον. ἀλλ οὐκ ἐσμὲν ἀνθρώπω. τί δαί· Ὑποδεδιὼς ἔγωγε Διβυκὸν ὄρνεον. οὐδὲν λέγεις. καὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν. ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις· οὐκ ἐρεῖς· Ἐπικεχοδὼς ἔγωγε Φασιανικός. ἀτὰρ σὺ τί θηρίον ποτ εἶ πρὸς τῶν θεῶν· ὄρνις ἔγωγε δοῦλος. ἡττήθης τινὸς ἀλεκτρυόνος· οὐκ ἀλλ ὅτε περ ὁ δεσπότης ἔποψ ἐγένετο, τότε γενέσθαι μ ηὔξατο ὄρνιν, ἵν ἀκόλουθον διάκονόν τ ἔχῃ. δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός· οὗτός γ, ἅτ οἶμαι πρότερον ἄνθρωπός ποτ ὤν, τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς: τρέχω π ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον. ἔτνους δ ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας: τρέχω πὶ τορύνην. τροχίλος ὄρνις οὑτοσί. οἶσθ οὖν ὃ δρᾶσον ὦ τροχίλε· τὸν δεσπότην ἡμῖν κάλεσον. ἀλλ ἀρτίως νὴ τὸν Δία εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς. ὅμως ἐπέγειρον αὐτόν. οἶδα μὲν σαφῶς ὅτι ἀχθέσεται, σφῷν δ αὐτὸν οὕνεκ ἐπεγερῶ. κακῶς σύ γ ἀπόλοι, ὥς μ ἀπέκτεινας δέει. οἴμοι κακοδαίμων χὠ κολοιός μοἴχεται ὑπὸ τοῦ δέους. ὦ δειλότατον σὺ θηρίον, δείσας ἀφῆκας τὸν κολοιόν· εἰπέ μοι, σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών· μὰ Δί οὐκ ἔγωγε.
ποῦ γάρ ἐστ· ἀπέπτετο. οὐκ ἆρ ἀφῆκας· ὦγάθ ὡς ἀνδρεῖος εἶ. ἄνοιγε τὴν ὕλην, ἵν ἐξέλθω ποτέ. ὦ Ἡράκλεις τουτὶ τί ποτ ἐστὶ τὸ θηρίον· τίς ἡ πτέρωσις· τίς ὁ τρόπος τῆς τριλοφίας· τίνες εἰσί μ οἱ ζητοῦντες· οἱ δώδεκα θεοὶ εἴξασιν ἐπιτρῖψαί σε. μῶν με σκώπτετον ὁρῶντε τὴν πτέρωσιν· ἦν γὰρ ὦ ξένοι ἄνθρωπος. οὐ σοῦ καταγελῶμεν. ἀλλὰ τοῦ· τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται. τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα. Τηρεὺς γὰρ εἶ σύ· πότερον ὄρνις ἢ ταὧς· ὄρνις ἔγωγε. κᾆτά σοι ποῦ τὰ πτερά· ἐξερρύηκε. πότερον ὑπὸ νόσου τινός· οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τὤρνεα πτερορρυεῖ τε καὖθις ἕτερα φύομεν. ἀλλ εἴπατόν μοι σφὼ τίν ἐστόν· νώ· βροτώ. ποδαπὼ τὸ γένος· ὅθεν αἱ τριήρεις αἱ καλαί. μῶν ἡλιαστά· μἀλλὰ θατέρου τρόπου, ἀπηλιαστά. σπείρεται γὰρ τοῦτ ἐκεῖ τὸ σπέρμ· ὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις. πράγους δὲ δὴ τοῦ δεομένω δεῦρ ἤλθετον· σοὶ ξυγγενέσθαι βουλομένω. τίνος πέρι· ὅτι πρῶτα μὲν ἦσθ ἄνθρωπος ὥσπερ νὼ ποτέ, κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ, κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ: εἶτ αὖθις ὀρνίθων μεταλλάξας φύσιν καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ, καὶ πάνθ ὅσαπερ ἄνθρωπος ὅσα τ ὄρνις φρονεῖς: ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρ ἀφίγμεθα, εἴ τινα πόλιν φράσειας ἡμῖν εὐέρον ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν. ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν· μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν. ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.
ἐγώ· ἥκιστα: καὶ <γὰρ> τὸν Σκελίου βδελύττομαι. ποίαν τιν οὖν ἥδιστ ἂν οἰκοῖτ ἂν πόλιν· ὅπου τὰ μέγιστα πράγματ εἰή τοιάδε: ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων λέγοι ταδί: πρὸς τοῦ Διὸς τοὐλυμπίου ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία λουσάμενα πρῴ: μέλλω γὰρ ἑστιᾶν γάμους: καὶ μηδαμῶς ἄλλως ποιήσῃς: εἰ δὲ μή, μή μοι τότε γ ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς. νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς. τί δαὶ σύ· τοιούτων ἐρῶ κἀγώ. τίνων· ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ: καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη εὑρὼν ἀπιόντ ἀπὸ γυμνασίου λελουμένον οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου, οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος. ὦ δειλακρίων σὺ τῶν κακῶν οἱών ἐρᾷς. ἀτὰρ ἔστι γ ὁποίαν λέγετον εὐδαίμων πόλις παρὰ τὴν ἐρυθρὰν θάλατταν. οἴμοι μηδαμῶς ἡμῖν παρὰ τὴν θάλατταν, ἵν ἀνακύψεται κλητῆρ ἄγους ἑώθεν ἡ Σαλαμινία. Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι· τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον ἐλθόνθ· ὁτιὴ νὴ τοὺς θεοὺς ὅς οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου. ἀλλ εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι, ἵνα χρὴ κατοικεῖν. ἀλλ ἔγωγ Ὀπούντιος οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου. οὗτος δὲ δὴ τίς ἔσθ ὁ μετ ὀρνίθων βίος· σὺ γὰρ οἶσθ ἀκριβῶς. οὐκ ἄχαρις ἐς τὴν τριβήν: οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου. πολλήν γ ἀφεῖλες τοῦ βίου κιβδηλίαν. νεμόμεσθα δ ἐν κήποις τὰ λευκὰ σήσαμα καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια. ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον. φεῦ φεῦ: ἦ μέγ ἐνορῶ βούλευμ ἐν ὀρνίθων γένει, καὶ δύναμιν ἣ γένοιτ ἄν, εἰ πίθοισθέ μοι. τί σοι πιθώμεσθ·
ὅ τι πίθησθε· πρῶτα μὲν μὴ περιπέτεσθε πανταχῇ κεχηνότες: ὡς τοῦτ ἄτιμον τοὔργον ἐστίν. αὐτίκα ἐκεῖ παρ ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ, τίς ὄρνις οὗτος· ὁ Τελέας ἐρεῖ ταδί: ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος, ἀτέκμαρτος, οὐδὲν οὐδέποτ ἐν ταὐτῷ μένων. νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί. τί ἂν οὖν ποιοῖμεν· οἰκίσατε μίαν πόλιν. ποίαν δ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν· ἄληθες· ὦ σκαιότατον εἰρηκὼς ἔπος, βλέψον κάτω. καὶ δὴ βλέπω. βλέπε νῦν ἄνω. βλέπω. περίαγε τὸν τράχηλον. νὴ Δία ἀπολαύσομαί τί γ, εἰ διαστραφήσομαι. εἶδές τι· τὰς νεφέλας γε καὶ τὸν οὐρανόν. οὐχ οὗτος οὖν δήπου στὶν ὀρνίθων πόλος· πόλος· τίνα τρόπον· ὥσπερ <ἂν> εἴποι τις τόπος. ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος. ἢν δ οἰκίσητε τοῦτο καὶ φάρξηθ ἅπαξ, ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις. ὥστ ἄρξετ ἀνθρώπων μὲν ὥσπερ παρνόπων, τοὺς δ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ. πῶς· ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς. εἶθ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα, οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς, ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί, διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε. ἰοὺ ἰού: μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα, μὴ γὼ νόημα κομψότερον ἤκουσά πω: ὥστ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν, εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις. τίς ἂν οὖν τὸ πρᾶγμ αὐτοῖς διηγήσαιτο· σύ. ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον. πῶς δῆτ ἂν αὐτοὺς ξυγκαλέσειας· ῥᾳδίως. δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλ ἐς τὴν λόχμην, ἔπειτ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα, καλοῦμεν αὐτούς: οἱ δὲ νῷν τοῦ φθέγματος ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ. ὦ φίλτατ ὀρνίθων σὺ μή νυν ἕσταθι: ἀλλ ἀντιβολῶ ς ἄγ ὡς τάχιστ ἐς τὴν λόχμην ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기