- 텍스트

Aristophanes, Acharnians, Episode, antistrophe

(아리스토파네스, Acharnians, Episode, antistrophe)

ἀτταταῖ ἀτταταῖ τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.? φιλήσατόν με μαλθακῶς ὦ χρυσίω τὸ περιπεταστὸν κἀπιμανδαλωτόν. τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα. ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν. ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων. ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον. στυγερὸς ἐγώ. τί με σὺ κυνεῖς· μογερὸς ἐγώ. τί με σὺ δάκνεις· τάλας ἐγὼ ξυμβολῆς βαρείας. τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο· ἰὼ ἰὼ Παιὰν Παιάν. ἀλλ οὐχὶ νυνὶ τήμερον Παιώνια. λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ, προσλάβεσθ ὦ φίλοι. ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου προσλάβεσθ ὦ φίλαι. εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος καὶ σκοτοδινιῶ. κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι καὶ σκοτοβινιῶ θύραζέ μ ἐξενέγκατ ἐς τοῦ Πιττάλου παιωνίαισι χερσίν. ὡς τοὺς κριτάς με φέρετε: ποῦ στιν ὁ βασιλεύς· ἀπόδοτέ μοι τὸν ἀσκόν. λόγχη τις ἐμπέπηγέ μοι δι ὀστέων ὀδυρτά.?

상위

Acharnians

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION