호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.? σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω. παῖ παῖ φέρ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί. παῖ παῖ φέρ ἔξω δεῦρο τὴν κίστην ἐμοί. ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα. ἐμοὶ δὲ τεμάχη: κρομμύοις γὰρ ἄχθομαι. θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ. κἀμοὶ σὺ δημοῦ θρῖον: ὀπρήσω δ ἐκεῖ. ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κ τοῦ κράνους. ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας. καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν. καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας. ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων. ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας· τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων. κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν. ἀλλ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον. ἀλλ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι. ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ· οὐκ ἀλλ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι. βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ, πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι· οἴμ ὡς ὑβρίζεις. τὰς ἀκρίδας κρίνει πολύ. παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρ ἔξω φέρε. παῖ παῖ σὺ δ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε. φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον. ἔχ, ἀντέχου παῖ. καὶ σὺ παῖ τοῦδ ἀντέχου. τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος. καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε. φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον. κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον. ταῦτ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς· ταῦτ οὐ πλακοῦς δῆτ ἐστὶν ἀνθρώποις γλυκύς· κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ ἐνορῶ γέροντα δειλίας φευξούμενον. κατάχει σὺ τὸ μέλι. κἀνθάδ ἔνδηλος γέρων κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου. φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον. ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ. ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι. ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι. τὰ στρώματ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος. τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος. ἐγὼ δ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών. ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι. τὴν ἀσπίδ αἴρου καὶ βάδιζ ὦ παῖ λαβών. νείφει. βαβαιάξ: χειμέρια τὰ πράγματα. αἴρου τὸ δεῖπνον: συμποτικὰ τὰ πράγματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기