- 텍스트

Aristophanes, Acharnians, Lyric-Scene, antistrophe

(아리스토파네스, Acharnians, Lyric-Scene, antistrophe)

ἁνὴρ ἀνηύρηκέν τι ταῖς σπονδαῖσιν ἡδύ, κοὐκ ἐοίκεν οὐδενὶ μεταδώσειν.? κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε. ἤκουσας ὀρθιασμάτων· ὀπτᾶτε τἀγχέλεια. ἀποκτενεῖς λιμῷ μὲ καὶ τοὺς γείτονας κνίσῃ τε καὶ φωνῇ τοιαῦτα λάσκων. ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε. Δικαιόπολι. τίς οὑτοσί· τίς οὑτοσί· ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα ἐκ τῶν γάμων. καλῶς γε ποιῶν ὅστις ἦν. ἐκέλευε δ ἐγχέαι σε τῶν κρεῶν χάριν, ἵνα μὴ στρατεύοιτ ἀλλὰ βινοίη μένων, ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα. ἀπόφερ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου, ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν. ἀλλ αὑτηὶ τίς ἔστιν· ἡ νυμφεύτρια δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ. φέρε δὴ τί σὺ λέγεις· ὡς γέλοιον ὦ θεοὶ τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα, ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. φέρε δεῦρο τὰς σπονδάς, ἵν αὐτῇ δῶ μόνῃ, ὁτιὴ γυνή στι τοῦ πολέμου τ οὐκ αἰτία. ὕπεχ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι. οἶσθ ὡς ποιεῖτε· τοῦτο τῇ νύμφῃ φράσον, ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου. ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν, ἵν οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.?

상위

Acharnians

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION