- 텍스트

Aristophanes, Acharnians, Lyric-Scene, iambics

(아리스토파네스, Acharnians, Lyric-Scene, iambics)

οἴμοι τάλας.? ὦ Ἡράκλεις τίς οὑτοσί· ἀνὴρ κακοδαίμων. κατὰ σεαυτόν νυν τρέπου. ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ, μέτρησον εἰρήνης τί μοι, κἂν πέντ ἔτη. τί δ ἔπαθες· ἐπετρίβην ἀπολέσας τὼ βόε. πόθεν· ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι. ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει· καὶ ταῦτα μέντοι νὴ Δί ὥπερ μ ἐτρεφέτην ἐν πᾶσι βολίτοις. εἶτα νυνὶ τοῦ δέει· ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε. ἀλλ εἴ τι κήδει Δερκέτου Φυλασίου, ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ. ἀλλ ὦ πόνηρ οὐ δημοσιεύων τυγχάνω. ἴθ ἀντιβολῶ ς, ἤν πως κομίσωμαι τὼ βόε. οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου. σὺ δ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί. οὐδ ἂν στριβιλικίγξ: ἀλλ ἀπιὼν οἴμωζέ ποι. οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.?

상위

Acharnians

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION