- 텍스트

Aristophanes, Acharnians, Episode

(아리스토파네스, Acharnians, Episode)

ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς:? κατάθου τὺ τὰν γλάχων ἀτρέμας Ἰσμηνία: ὑμὲς δ ὅσοι Θείβαθεν αὐληταὶ πάρα τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός. παῦ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν· πόθεν προσέπτονθ οἱ κακῶς ἀπολούμενοι ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι· νεὶ τὸν Ιὄλαον ἐπεχαρίττα γ ὦ ξένε: Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί. ἀλλ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων. ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον. τί φέρεις· ὅς ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς, ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας τροχίλως κολύμβως. ὡσπερεὶ χειμὼν ἄρα ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας. καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας σκάλοπας ἐχίνως αἰελούρως πικτίδας ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας. ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων, δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις. πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν, ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ. ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς, φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα. σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν, ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην: προσείπατ αὐτὴν ὦ τέκν: ἄνθρακας δ ἐγὼ ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν. ἀλλ ἔσφερ αὐτήν: μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἰήν ἐντετευτλανωμένης. ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται· ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί: ἀλλ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε. ἰώγα ταῦτα πάντα. φέρε πόσου λέγεις· ἢ φορτί ἕτερ ἐνθένδ ἐκεῖς ἄξεις ἰών· ὅ τι γ ἔστ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή. ἀφύας ἄρ ἄξεις πριάμενος Φαληρικὰς ἢ κέραμον. ἀφύας ἢ κέραμον· ἀλλ ἔντ ἐκεῖ: ἀλλ ὅ τι παρ ἁμῖν μή στι, τᾷδε δ αὖ πολύ. ἐγᾦδα τοίνυν: συκοφάντην ἔξαγε, ὥσπερ κέραμον ἐνδησάμενος. νεὶ τὼ θιὼ λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ, ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων. καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν. μικκός γα μᾶκος οὗτος. ἀλλ ἅπαν κακόν. ταυτὶ τίνος τὰ φορτί ἐστί· τῶδ ἐμὰ Θείβαθεν, ἴττω Δεύς. ἐγὼ τοίνυν ὁδὶ φαίνω πολέμια ταῦτα. τί δὲ κακὸν παθὼν ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν· καὶ σέ γε φανῶ πρὸς τοῖσδε. τί ἀδικείμενος· ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν: ἐκ τῶν πολεμίων γ εἰσάγεις θρυαλλίδας. ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα· αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον. νεώριον θρυαλλίς· οἶμαι: τίνι τρόπῳ· ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον δι ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν. κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ, σελαγοῖντ ἂν εὐθύς. ὦ κάκιστ ἀπολούμενε, σελαγοῖντ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος· μαρτύρομαι. ξυλλάμβαν αὐτοῦ τὸ στόμα: δός μοι φορυτόν, ἵν αὐτὸν ἐνδήσας φέρω ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION