- 텍스트

Aristophanes, Acharnians, Episode, lyric 2:

(아리스토파네스, Acharnians, Episode, lyric 2:)

τί δ ἐσθίει μάλιστα·? πάνθ ἅ κα διδῷς. αὐτὸς δ ἐρώτη. χοῖρε χοῖρε. κοῒ κοΐ. τρώγοις ἂν ἐρεβίνθους· κοῒ κοῒ κοΐ. τί δαί· φιβάλεως ἰσχάδας· κοῒ κοΐ. τί δαὶ σύ· τρώγοις ἄν· κοῒ κοῒ κοΐ. ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε. ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων τοῖς χοιριδίοισιν. ἆρα τρώξονται· βαβαί, οἱο῀ν ῥοθιάζους ὦ πολυτίμηθ Ἡράκλεις. ποδαπὰ τὰ χοιρί· ὡς Τραγασαῖα φαίνεται. ἀλλ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας. ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν. νὴ τὸν Δί ἀστείω γε τὼ βοσκήματε: πόσου πρίωμαί σοι τὰ χοιρίδια· λέγε. τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος, τὸ δ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν. ὠνήσομαί σοι: περίμεν αὐτοῦ. ταῦτα δή. Ἑρμᾶ μπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν οὕτω μ ἀποδόσθαι τάν τ ἐμωυτῶ τ ἐμωυτῶ ματέρα. ὦνθρωπε ποδαπός· χοιροπώλας Μεγαρικός. τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ πολέμια καὶ σέ. τοῦτ ἐκεῖν, ἵκει πάλιν ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ. κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον· Δικαιόπολι Δικαιόπολι φαντάδδομαι. ὑπὸ τοῦ· τίς ὁ φαίνων ς ἐστίν· ἁγορανόμοι, τοὺς συκοφάντας οὐ θύραζ ἐξείρξετε· τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος· οὐ γὰρ φανῶ τοὺς πολεμίους· κλάων γε σύ, εἰ μὴ τέρωσε συκοφαντήσεις τρέχων. οἱο῀ν τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ ἔνι. θάρρει Μεγαρίκ: ἀλλ ἧς τὰ χοιρίδι ἀπέδου τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας, καὶ χαῖρε πόλλ. ἀλλ ἁμὶν οὐκ ἐπιχώριον. πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτ ἐμοί. ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς παίειν ἐφ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.?

상위

Acharnians

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION