- 텍스트

Aristophanes, Acharnians, Episode, lyric

(아리스토파네스, Acharnians, Episode, lyric)

πεπρᾶσθαι πεπρᾶσθαι.? ἐγώνγα καὐτός φαμι. τίς δ οὕτως ἄνους ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν· ἀλλ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά, χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν. περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων. ὅπως δὲ δοξεῖτ εἶμεν ἐξ ἀγαθᾶς ὑός: ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτ οἴκαδις ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς. ἀλλ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία, κἤπειτεν ἐς τὸυ σάκκον ὧδ ἐσβαίνετε. ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν. ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ: Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία·?

상위

Acharnians

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION