호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πεπρᾶσθαι πεπρᾶσθαι.? ἐγώνγα καὐτός φαμι. τίς δ οὕτως ἄνους ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν· ἀλλ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά, χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν. περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων. ὅπως δὲ δοξεῖτ εἶμεν ἐξ ἀγαθᾶς ὑός: ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτ οἴκαδις ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς. ἀλλ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία, κἤπειτεν ἐς τὸυ σάκκον ὧδ ἐσβαίνετε. ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν. ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ: Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία· τί· ἀνὴρ Μεγαρικός· ἀγορασοῦντες ἵκομες. πῶς ἔχετε· διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ. ἀλλ ἡδύ τοι νὴ τὸν Δί, ἢν αὐλὸς παρῇ. τί δ ἄλλο πράττεθ οἱ Μεγαρῆς νῦν· οἱᾶ δή. ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν, ἄνδρες πρόβουλοι τοῦτ ἔπραττον τᾷ πόλει, ὅπως τάχιστα καὶ κάκιστ ἀπολοίμεθα. αὐτίκ ἄρ ἀπαλλάξεσθε πραγμάτων. σά μάν· τί δ ἄλλο Μεγαροῖ· πῶς ὁ σῖτος ὤνιος· παρ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί. ἅλας οὖν φέρεις· οὐχ ὑμὲς αὐτῶν ἄρχετε· οὐδὲ σκόροδα· ποῖα σκόροδ· ὑμὲς τῶν ἀεί, ὅκκ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε. τί δαὶ φέρεις· χοίρως ἐγώνγα μυστικάς. καλῶς λέγεις: ἐπίδειξον. ἀλλὰ μὰν καλαί. ἄντεινον αἰ λῇς: ὡς παχεῖα καὶ καλά. τουτὶ τί ἦν τὸ πρᾶγμα· χοῖρος ναὶ Δία. τί λέγεις σύ· ποδαπὴ δή στι χοῖρος· Μεγαρικά. ἢ οὐ χοῖρός ἐσθ ἅδ· οὐκ ἔμοιγε φαίνεται. οὐ δεινά· θᾶσθε τῶδε τὰς ἀπιστίας: οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν, αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν, αἰ μή στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ. ἀλλ ἔστιν ἀνθρώπου γε. ναὶ τὸν Διοκλέα ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς· ἦ λῇς ἀκοῦσαι φθεγγομένας· νὴ τοὺς θεοὺς ἔγωγε. φώνει δὴ τὺ ταχέως χοιρίον. οὐ χρῆσθα· σιγῇς ὦ κάκιστ ἀπολουμένα· πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις. κοῒ κοΐ. αὕτα στὶ χοῖρος· νῦν γε χοῖρος φαίνεται. ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται. πέντ ἑτῶν, σάφ ἴσθι, ποττὰν ματέρ εἰκασθήσεται. ἀλλ οὐδὲ θύσιμός ἐστιν αὑτηγί. σά μάν· πᾷ δ οὐχὶ θύσιμός ἐστι· κέρκον οὐκ ἔχει. νεαρὰ γάρ ἐστιν: ἀλλὰ δελφακουμένα ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν. ἀλλ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά. ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ. ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός. αἰ δ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί, κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν. ἀλλ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται. οὐ χοῖρος Ἀφροδίτᾳ· μόνᾳ γα δαιμόνων. καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον. ἤδη δ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν· ναὶ τὸν Ποτειδᾶν καί κ ἄνις γα τῶ πατρός. τί δ ἐσθίει μάλιστα·
πάνθ ἅ κα διδῷς. αὐτὸς δ ἐρώτη. χοῖρε χοῖρε. κοῒ κοΐ. τρώγοις ἂν ἐρεβίνθους· κοῒ κοῒ κοΐ. τί δαί· φιβάλεως ἰσχάδας· κοῒ κοΐ. τί δαὶ σύ· τρώγοις ἄν· κοῒ κοῒ κοΐ. ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε. ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων τοῖς χοιριδίοισιν. ἆρα τρώξονται· βαβαί, οἱο῀ν ῥοθιάζους ὦ πολυτίμηθ Ἡράκλεις. ποδαπὰ τὰ χοιρί· ὡς Τραγασαῖα φαίνεται. ἀλλ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας. ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν. νὴ τὸν Δί ἀστείω γε τὼ βοσκήματε: πόσου πρίωμαί σοι τὰ χοιρίδια· λέγε. τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος, τὸ δ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν. ὠνήσομαί σοι: περίμεν αὐτοῦ. ταῦτα δή. Ἑρμᾶ μπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν οὕτω μ ἀποδόσθαι τάν τ ἐμωυτῶ τ ἐμωυτῶ ματέρα. ὦνθρωπε ποδαπός· χοιροπώλας Μεγαρικός. τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ πολέμια καὶ σέ. τοῦτ ἐκεῖν, ἵκει πάλιν ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ. κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον· Δικαιόπολι Δικαιόπολι φαντάδδομαι. ὑπὸ τοῦ· τίς ὁ φαίνων ς ἐστίν· ἁγορανόμοι, τοὺς συκοφάντας οὐ θύραζ ἐξείρξετε· τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος· οὐ γὰρ φανῶ τοὺς πολεμίους· κλάων γε σύ, εἰ μὴ τέρωσε συκοφαντήσεις τρέχων. οἱο῀ν τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ ἔνι. θάρρει Μεγαρίκ: ἀλλ ἧς τὰ χοιρίδι ἀπέδου τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας, καὶ χαῖρε πόλλ. ἀλλ ἁμὶν οὐκ ἐπιχώριον. πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτ ἐμοί. ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς παίειν ἐφ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기