- 텍스트

Aristophanes, Acharnians, Lyric-Scene, strophe 2 1:

(아리스토파네스, Acharnians, Lyric-Scene, strophe 2 1:)

πόθεν βοῆς ἤκουσα πολεμιστηρίας·? ποῖ χρὴ βοηθεῖν· ποῖ κυδοιμὸν ἐμβαλεῖν· τίς Γοργόν ἐξήγειρεν ἐκ τοῦ σάγματος· ὦ Λάμαχ ἡρ´ως, τῶν λόφων καὶ τῶν λόχων. ὦ Λάμαχ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ· οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε· ὦ Λάμαχ ἡρ´ως, ἀλλὰ συγγνώμην ἔχε, εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην. τί δ εἶπας ἡμᾶς· οὐκ ἐρεῖς· οὐκ οἶδά πω: ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ. ἀλλ ἀντιβολῶ ς ἀπένεγκέ μου τὴν μορμόνα. ἰδού. παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί. κεῖται. φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν. τουτὶ πτίλον σοι. τῆς κεφαλῆς νύν μου λαβοῦ, ἵν ἐξεμέσω: βδελύττομαι γὰρ τοὺς λόφους. οὗτος τί δράσεις· τῷ πτίλῳ μέλλεις ἐμεῖν· πτίλον γάρ ἐστιν - εἰπέ μοι τίνος ποτὲ ὄρνιθός ἐστιν· ἆρα κομπολακύθου· οἴμ ὡς τεθνήξεις. μηδαμῶς ὦ Λάμαχε: οὐ γὰρ κατ ἰσχύν ἐστιν: εἰ δ ἰσχυρὸς εἶ, τί μ οὐκ ἀπεψώλησας· εὐόπλος γὰρ εἶ. ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν· ἐγὼ γάρ εἰμι πτωχός· ἀλλὰ τίς γὰρ εἶ· ὅστις· πολίτης χρηστός, οὐ σπουδαρχίδης, ἀλλ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης, σὺ δ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης. ἐχειροτόνησαν γάρ με - κόκκυγές γε τρεῖς. ταῦτ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην, ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν, νεανίας δ οἱούς σὺ διαδεδρακότας, τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς, Τεισαμενοφαινίππους Πανουργιππαρχίδας, ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δ ἐν Χάοσιν, Γερητοθεοδώρους Διομειαλαζόνας, τοὺς δ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ. ἐχειροτονήθησαν γάρ. αἴτιον δὲ τί ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ, τωνδὶ δὲ μηδέν· ἐτεὸν ὦ Μαριλάδη ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἓν ἢ· ἀνένευσε: καίτοι γ ἐστὶ σώφρων κἀργάτης. τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης· εἶδέν τις ὑμῶν τἀκβάταν ἢ τοὺς Χάονας· οὔ φασιν. ἀλλ ὁ Κοισύρας καὶ Λάμαχος, οἷς ὑπ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ, ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας, ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι. ὦ δημοκρατία ταῦτα δῆτ ἀνασχετά· οὐ δῆτ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος. ἀλλ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν. ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION