호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τί δ ὦ τάλας σε τοῦδ ἔχει πλέκους χρέος·? χρέος μὲν οὐδέν, βούλομαι δ ὅμως λαβεῖν. λυπηρὸς ἴσθ ὢν κἀποχώρησον δόμων. φεῦ: εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ. ἄπελθε νῦν μοι. μἀλλά μοι δὸς ἓν μόνον κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον. φθείρου λαβὼν τόδ: ἴσθ ὀχληρὸς ὢν δόμοις. οὔπω μὰ Δί: οἶσθ οἷ αὐτὸς ἐργάζει κακά. ἀλλ ὦ γλυκύτατ Εὐριπίδη τουτὶ μόνον δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον. ὦνθρωπ ἀφαιρήσει με τὴν τραγῳδίαν: ἄπελθε ταυτηνὶ λαβών. ἀπέρχομαι. καίτοι τί δράσω· δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν ἀπόλωλ. ἄκουσον ὦ γλυκύτατ Εὐριπίδη: τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμ ἔτι: ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός. ἀπολεῖς μ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα. ἀλλ οὐκέτ, ἀλλ ἄπειμι. καὶ γάρ εἰμ ἄγαν ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν. οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ. ἐπελαθόμην ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα. Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον, κάκιστ ἀπολοίμην, εἴ τί ς αἰτήσαιμ ἔτι, πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον, σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος. ἁνὴρ ὑβρίζει: κλῇε πηκτὰ δωμάτων. ὦ θύμ ἄνευ σκάνδικος ἐμπορευτέα. ἆρ οἶσθ ὅσον τὸν ἀγῶν ἀγωνιεῖ τάχα, μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν· πρόβαινέ νυν ὦ θυμέ: γραμμὴ δ αὑτηί. ἕστηκας· οὐκ εἶ καταπιὼν Εὐριπίδην· ἐπῄνες: ἄγε νυν ὦ τάλαινα καρδία ἄπελθ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ παράσχες εἰποῦς ἅττ ἂν αὐτῇ σοι δοκῇ. τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기