호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὐ σχολή.? ἀλλ ἐκκυκλήθητ. ἀλλ ἀδύνατον. ἀλλ ὅμως. ἀλλ ἐκκυκλήσομαι: καταβαίνειν δ οὐ σχολή. Εὐριπίδη, τί λέλακας· ἀναβάδην ποιεῖς, ἐξὸν καταβάδην· οὐκ ἐτὸς χωλοὺς ποιεῖς. ἀτὰρ τί τὰ ῥάκι ἐκ τραγῳδίας ἔχεις, ἐσθῆτ ἐλεινήν· οὐκ ἐτὸς πτωχοὺς ποιεῖς. ἀλλ ἀντιβολῶ πρὸς τῶν γονάτων ς Εὐριπίδη, δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν: αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει. τὰ ποῖα τρύχη· μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο· οὐκ Οἰνέως ἦν, ἀλλ ἔτ ἀθλιωτέρου. τὰ τοῦ τυφλοῦ Φοίνικος· οὐ Φοίνικος, οὔ: ἀλλ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος. ποίας ποθ ἁνὴρ λακίδας αἰτεῖται πέπλων· ἀλλ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις· οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου. ἀλλ ἦ τὰ δυσπινῆ θέλεις πεπλώματα, ἃ Βελλεροφόντης εἶχ ὁ χωλὸς οὑτοσί· οὐ Βελλεροφόντης: ἀλλὰ κἀκεῖνος μὲν ἦν χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν. οἶδ ἄνδρα Μυσὸν Τήλεφον. ναὶ Τήλεφον: τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα. ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα. κεῖται δ ἄνωθεν τῶν Θυεστείων ῥακῶν μεταξὺ τῶν Ἰνοῦς. ἰδοὺ ταυτὶ λαβέ. ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, ἐνσκευάσασθαί μ οἱο῀ν ἀθλιώτατον. Εὐριπίδη, πειδήπερ ἐχαρίσω ταδί, κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν, τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον. δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή: τοὺς μὲν θεατὰς εἰδέναι μ ὃς εἴμ ἐγώ, τοὺς δ αὖ χορευτὰς ἠλιθίους παρεστάναι, ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω. δώσω: πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί. εὐδαιμονοίης, Τηλέφῳ δ ἁγὼ φρονῶ. εὖ γ οἱο῀ν ἤδη ῥηματίων ἐμπίμπλαμαι. ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου. τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν. ὦ θύμ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων, πολλῶν δεόμενος σκευαρίων: νῦν δὴ γενοῦ γλίσχρος προσαιτῶν λιπαρῶν τ. Εὐριπίδη δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기