호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡς ἀποκτενῶ, κέκραχθ:? ἐγὼ γὰρ οὐκ ἀκούσομαι. ἀπολεῖς ἄρ ὁμήλικα τόνδε φιλανθρακέα· οὐδ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε. ἀλλὰ γὰρ νῦν λέγ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον αὐτὸν ὅτι τῷ τρόπῳ σοὐστὶ φίλος: ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ. τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε. οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος. ἀλλ ὅπως μὴ ν τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι. ἐκσέσεισται χαμᾶζ: οὐχ ὁρᾷς σειόμενον· ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος. ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기