호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἡράκλεις τουτὶ τί ἐστι·? τὴν χύτραν συντρίψετε. σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή. ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι· τοῦτ ἐρωτᾷς· ἀναίσχυντος εἶ καὶ βδελυρὸς ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ ἀποβλέπειν. ἀντὶ δ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλα ἀκούσατε. σοῦ γ ἀκούσωμεν· ἀπολεῖ: κατά σε χώσομεν τοῖς λίθοις. μηδαμῶς πρὶν ἄν γ ἀκούσητ: ἀλλ ἀνάσχεσθ ὦγαθοί. οὐκ ἀνασχήσομαι: μηδὲ λέγε μοι σὺ λόγον: ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ κατατεμῶ ποθ ἱππεῦσι καττύματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기