- 텍스트

Aristophanes, Acharnians, Lyric-Scene, lyric

(아리스토파네스, Acharnians, Lyric-Scene, lyric)

Φαλῆς ἑταῖρε Βακχίου ξύγκωμε νυκτοπεριπλάνητε μοιχὲ παιδεραστά, ἕκτῳ ς ἔτει προσεῖπον ἐς τὸν δῆμον ἐλθὼν ἄσμενος, σπονδὰς ποιησάμενος ἐμαυτῷ, πραγμάτων τε καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς.? πολλῷ γάρ ἐσθ ἥδιον, ὦ Φαλῆς Φαλῆς, κλέπτουσαν εὑρόνθ ὡρικὴν ὑληφόρον τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως μέσην λαβόντ ἄραντα καταβαλόντα καταγιγαρτίς ὦ Φαλῆς Φαλῆς. ἐὰν μεθ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης ἑώθεν εἰρήνης ῥοφήσει τρύβλιον:?

상위

Acharnians

목록

  • lyric
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION