호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε καὶ διώκειν γῆν πρὸ γῆς, ἑώς ἂν εὑρεθῇ ποτέ:? ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις. εὐφημεῖτε, εὐφημεῖτε. σῖγα πᾶς. ἠκούσατ ἄνδρες ἆρα τῆς εὐφημίας· οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς ἐκποδών: θύσων γὰρ ἁνὴρ ὡς ἐοίκ ἐξέρχεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기