호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτοι γὰρ καὶ ἑαυτοῖσ ὁμονοοῦσι καὶ ἀλλήλοισ, ἐπὶ τῶν αὐτῶν ὄντεσ ὡσ εἰπεῖν τῶν τοιούτων γὰρ μένει τὰ βουλήματα καὶ οὐ μεταρρεῖ ὥσπερ εὔριποσ, βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ καὶ κοινῇ ἐφίενται. τοὺσ δὲ φαύλουσ οὐχ οἱο͂́ν τε ὁμονοεῖν πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλουσ εἶναι, πλεονεξίασ ἐφιεμένουσ ἐν τοῖσ ὠφελίμοισ, ἐν δὲ τοῖσ πόνοισ καὶ ταῖσ λειτουργίαισ ἐλλείποντασ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기