호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῖσ δ’ ἔνιαι μὲν εἶναι, αἱ δὲ πολλαὶ φαῦλαι. ἔτι δὲ τούτων τρίτον, εἰ καὶ πᾶσαι ἀγαθόν, ὅμωσ μὴ ἐνδέχεσθαι εἶναι τὸ ἄριστον ἡδονήν. ὅλωσ μὲν οὖν οὐκ ἀγαθόν, ὅτι πᾶσα ἡδονὴ γένεσίσ ἐστιν εἰσ φύσιν αἰσθητή, οὐδεμία δὲ γένεσισ συγγενὴσ τοῖσ τέλεσιν, οἱο͂ν οὐδεμία οἰκοδόμησισ οἰκίᾳ. ἔτι ὁ σώφρων φεύγει τὰσ ἡδονάσ. ἔτι ὁ φρόνιμοσ τὸ ἄλυπον διώκει, οὐ τὸ ἡδύ. ἔτι ἐμπόδιον τῷ φρονεῖν αἱ ἡδοναί, καὶ ὅσῳ μᾶλλον χαίρει, μᾶλλον, οἱο͂ν τῇ τῶν ἀφροδισίων·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기