호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὗται δ’ εἰσὶν ἁφὴ καὶ γεῦσισ. φαίνονται δὲ καὶ τῇ γεύσει ἐπὶ μικρὸν ἢ οὐθὲν χρῆσθαι· τῆσ γὰρ γεύσεώσ ἐστιν ἡ κρίσισ τῶν χυμῶν, ὅπερ ποιοῦσιν οἱ τοὺσ οἴνουσ δοκιμάζοντεσ καὶ τὰ ὄψα ἀρτύοντεσ· οὐ πάνυ δὲ χαίρουσι τούτοισ, ἢ οὐχ οἵ γε ἀκόλαστοι, ἀλλὰ τῇ ἀπολαύσει, ἣ γίνεται πᾶσα δι’ ἁφῆσ καὶ ἐν σιτίοισ καὶ ἐν ποτοῖσ καὶ τοῖσ ἀφροδισίοισ λεγομένοισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기